- 텍스트

Homer, Odyssey, Book 2 47:

(호메로스, 오디세이아, Book 2 47:)

ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ ἅμ ἕποντο.? οἱ δ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός. ἂν δ ἄρα Τηλέμαχος νηὸς βαῖν, ἦρχε δ Ἀθήνη, νηὶ δ ἐνὶ πρυμνῇ κατ ἄρ ἕζετο: ἄγχι δ ἄρ αὐτῆς ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσι ἔλυσαν, ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον. τοῖσιν δ ἴκμενον οὖρον ἱεί γλαυκῶπις Ἀθήνη, ἀκραῆ Ζέφυρον, κελάδοντ ἐπὶ οἴνοπα πόντον. Τηλέμαχος δ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν ὅπλων ἅπτεσθαι: τοὶ δ ὀτρύνοντος ἄκουσαν. ἱστὸν δ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, ἕλκον δ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν. ἔπρησεν δ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλ ἰάχε νηὸς ἰούσης: ἡ δ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. δησάμενοι δ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο, λεῖβον δ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν, ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ. παννυχίη μέν ῥ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION