- 텍스트

Homer, Odyssey, Book 2 37:

(호메로스, 오디세이아, Book 2 37:)

ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια, καί ῥ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:? "τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο· πῇ δ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν μοῦνος ἐὼν ἀγαπητός· ὁ δ ὤλετο τηλόθι πάτρης διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ. οἱ δέ τοι αὐτίκ ἰόντι κακὰ φράσσονται ὀπίσσω, ὥς κε δόλῳ φθίῃς, τάδε δ αὐτοὶ πάντα δάσονται. ἀλλὰ μέν αὖθ ἐπὶ σοῖσι καθήμενος: οὐδέ τί σε χρὴ πόντον ἐπ ἀτρύγετον κακὰ πάσχειν οὐδ ἀλάλησθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION