- 텍스트

Homer, Odyssey, Book 2 26:

(호메로스, 오디세이아, Book 2 26:)

"Τηλέμαχ, οὐδ ὄπιθεν κακὸς ἔσσεαι οὐδ ἀνοήμων, εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ, οἱο῀ς κεῖνος ἐήν τελέσαι ἔργον τε ἔπος τε:? οὔ τοι ἔπειθ ἁλίη ὁδὸς ἔσσεται οὐδ ἀτέλεστος. εἰ δ οὐ κείνου γ ἐσσὶ γόνος καὶ Πηνελοπείης, οὐ σέ γ ἔπειτα ἐόλπα τελευτήσειν, ἃ μενοινᾷς. παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται, οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους. ἀλλ ἐπεὶ οὐδ ὄπιθεν κακὸς ἔσσεαι οὐδ ἀνοήμων, οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν, ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα. τῶ νῦν μνηστήρων μὲν ἐά βουλήν τε νόον τε ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι: οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν, ὃς δή σφι σχεδόν ἐστιν, ἐπ ἤματι πάντας ὀλέσθαι. σοὶ δ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς: τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι, ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ ἕψομαι αὐτός. ἀλλὰ σὺ μὲν πρὸς δώματ ἰὼν μνηστῆρσιν ὁμίλει, ὅπλισσόν τ ἠιά καὶ ἄγγεσιν ἄρσον ἅπαντα, οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν, δέρμασιν ἐν πυκινοῖσιν: ἐγὼ δ ἀνὰ δῆμον ἑταίρους αἶψ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί: τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη, ὦκα δ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION