호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα:? "Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἐείπες ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί. εἴ περ γάρ κ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς ἐξελάσαι μεγάροιο μενοινήσει ἐνὶ θυμῷ, οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα, ἐλθόντ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι, εἰ πλεόνεσσι μάχοιτο: σὺ δ οὐ κατὰ μοῖραν ἐείπες. ἀλλ ἄγε, λαοὶ μὲν σκίδνασθ ἐπὶ ἔργα ἕκαστος, τούτῳ δ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ Ἁλιθέρσης, οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι. ἀλλ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων πεύσεται εἰν Ἰθάκῃ, τελέει δ ὁδὸν οὔ ποτε ταύτην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기