- 텍스트

Homer, Odyssey, Book 2 17:

(호메로스, 오디세이아, Book 2 17:)

τὸν δ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:? "Εὐρύμαχ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί, ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ ἀγορεύω: ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί. ἀλλ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκος ἑταίρους, οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο, ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν: εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω, ἦ τ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν: εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδ ἔτ ἐόντος, νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω πολλὰ μάλ, ὅσσα ἐοίκε, καὶ ἀνέρι μητέρα δώσω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION