호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ αὖτ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα:? "ὦ γέρον, εἰ δ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν οἴκαδ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω: ταῦτα δ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι. ὄρνιθες δέ τε πολλοὶ ὑπ αὐγὰς ἠελίοιο φοιτῶς, οὐδέ τε πάντες ἐναίσιμοι: αὐτὰρ Ὀδυσσεὺς ὤλετο τῆλ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες, οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ ἀνιείης, σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν. ἀλλ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται: αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν, αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται, πρῆξαι δ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε: σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κ ἐνὶ θυμῷ τίνων ἀσχάλλῃς: χαλεπὸν δέ τοι ἔσσεται ἄλγος. Τηλεμάχῳ δ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός: μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι: οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἐέδνα πολλὰ μάλ, ὅσσα ἐοίκε φίλης ἐπὶ παιδὸς ἕπεσθαι. οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἱᾶς Ἀχαιῶν μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης, οὔτ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα, οὔτε θεοπροπίης ἐμπαζόμεθ, ἣν σύ, γεραιέ, μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ ἔτι μᾶλλον. χρήματα δ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτ ἶσα ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς ὃν γάμον: ἡμεῖς δ αὖ ποτιδέγμενοι ἤματα πάντα εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετ ἄλλας ἐρχόμεθ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기