- 텍스트

Homer, Odyssey, Book 2 5:

(호메로스, 오디세이아, Book 2 5:)

"ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δ εἴσεαι αὐτός, ὃς λαὸν ἤγειρα:? μάλιστα δέ μ ἄλγος ἱκάνει. οὔτε τιν ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο, ἥν χ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην, οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδ ἀγορεύω, ἀλλ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ δοιά: τὸ μὲν πατέρ ἐσθλὸν ἀπώλεσα, ὅς ποτ ἐν ὑμῖν τοίσδεσσιν βασίλευε, πατὴρ δ ὣς ἤπιος ἠε῀ν: νῦν δ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα πάγχυ διαρραίσει, βίοτον δ ἀπὸ πάμπαν ὀλέσσει. μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, τῶν ἀνδρῶν φίλοι υἱε῀ς, οἳ ἐνθάδε γ εἰσὶν ἄριστοι, οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι Ἰκαρίου, ὥς κ αὐτὸς ἐεδνώσαιτο θύγατρα, δοίη δ ᾧ κ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι: οἱ δ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, βοῦς ἱερεύοντες καὶ ὀίς καὶ πίονας αἶγας εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον μαψιδίως: τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ ἀνήρ, οἱο῀ς Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. ἡμεῖς δ οὔ νύ τι τοῖοι ἀμυνέμεν: ἦ καὶ ἔπειτα λευγαλέοι τ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν. ἦ τ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη. οὐ γὰρ ἔτ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδ ἔτι καλῶς οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί, ἄλλους τ αἰδέσθητε περικτίονας ἀνθρώπους, οἳ περιναιετάουσι: θεῶν δ ὑποδείσατε μῆνιν, μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα. λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, ἥ τ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει: σχέσθε, φίλοι, καί μ οἰο῀ν ἐάσατε πένθεϊ λυγρῷ τείρεσθ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς δυσμενέων κάκ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς, τῶν μ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες, τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἰή ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε. εἴ χ ὑμεῖς γε φάγοιτε, τάχ ἄν ποτε καὶ τίσις εἰή: τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ χρήματ ἀπαιτίζοντες, ἑώς κ ἀπὸ πάντα δοθείη: νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION