호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· οὔτε ποθ’ ἡμετέρη ἀγορὴ γένετ’ οὔτε θόωκοσ ἐξ οὗ Ὀδυσσεὺσ δῖοσ ἔβη κοίλῃσ ἐνὶ νηυσί. νῦν δὲ τίσ ὧδ’ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν; ἠέ τιν’ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο, ἥν χ’ ἡμῖν σάφα εἴποι, ὅτε πρότερόσ γε πύθοιτο; ἠε͂́ τι δήμιον ἄλλο πιφαύσκεται ἠδ’ ἀγορεύει; ἐσθλόσ μοι δοκεῖ εἶναι, ὀνήμενοσ. εἴθε οἱ αὐτῷ Ζεὺσ ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기