- 텍스트

Homer, Odyssey, Book 1 23:

(호메로스, 오디세이아, Book 1 23:)

τὸν δ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη:? "ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη. εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, τοῖος ἐὼν οἱό῀ν μιν ἐγὼ τὰ πρῶτ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε, ἐξ Ἐφύρης ἀνιόντα παρ Ἴλου Μερμερίδαο - ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἰή ἰοὺς χρίεσθαι χαλκήρεας: ἀλλ ὁ μὲν οὔ οἱ δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας, ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός: φιλέεσκε γὰρ αἰνῶς - τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς: πάντες κ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. ἀλλ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, ἤ κεν νοστήσας ἀποτίσεται, ἠε῀ καὶ οὐκί, οἷσιν ἐνὶ μεγάροισι: σὲ δὲ φράζεσθαι ἄνωγα, ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο. εἰ δ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων: αὔριον εἰς ἀγορὴν καλέσας ἡρ´ωας Ἀχαιοὺς μῦθον πέφραδε πᾶσι, θεοὶ δ ἐπὶ μάρτυροι ἔστων. μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι, μητέρα δ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο: οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἐέδνα πολλὰ μάλ, ὅσσα ἐοίκε φίλης ἐπὶ παιδὸς ἕπεσθαι. σοὶ δ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION