- 텍스트

Homer, Odyssey, Book 1 22:

(호메로스, 오디세이아, Book 1 22:)

τὴν δ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:? "ξεῖν, ἐπεὶ ἂρ δὴ ταῦτά μ ἀνείρεαι ἠδὲ μεταλλᾷς, μέλλεν μέν ποτε οἶκος ὅδ ἀφνειὸς καὶ ἀμύμων ἔμμεναι, ὄφρ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἠε῀ν: νῦν δ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες, οἳ κεῖνον μὲν ἀίστον ἐποίησαν περὶ πάντων ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδ ἀκαχοίμην, εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ, ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί, ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ ὀπίσσω. νῦν δέ μιν ἀκλειῶς ἁρ´πυιαι ἀνηρείψαντο: οἴχετ ἀίστος ἄπυστος, ἐμοὶ δ ὀδύνας τε γόους τε κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω οἰο῀ν, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε ἔτευξαν. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, ἠδ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, τόσσοι μητέρ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον. ἡ δ οὔτ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν ποιῆσαι δύναται: τοὶ δὲ φθινύθουσιν ἔδοντες οἶκον ἐμόν: τάχα δή με διαρραίσουσι καὶ αὐτόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION