- 텍스트

Homer, Odyssey, Book 1 18:

(호메로스, 오디세이아, Book 1 18:)

τὸν δ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη:? "τοιγὰρ ἐγώ τοι ταῦτα μάλ ἀτρεκέως ἀγορεύσω. Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω. νῦν δ ὧδε ξὺν νηὶ κατήλυθον ἠδ ἑτάροισιν πλέων ἐπὶ οἴνοπα πόντον ἐπ ἀλλοθρόους ἀνθρώπους, ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ αἴθωνα σίδηρον. νηῦς δέ μοι ἥδ ἕστηκεν ἐπ ἀγροῦ νόσφι πόληος, ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι. ξεῖνοι δ ἀλλήλων πατρώιοι εὐχόμεθ εἶναι ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντ εἴρηαι ἐπελθὼν Λαέρτην ἡρ´ωα, τὸν οὐκέτι φασὶ πόλινδε ἔρχεσθ, ἀλλ ἀπάνευθεν ἐπ ἀγροῦ πήματα πάσχειν γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε παρτιθεῖ, εὖτ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν ἑρπύζοντ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο. νῦν δ ἦλθον: δὴ γάρ μιν ἔφαντ ἐπιδήμιον εἶναι, σὸν πατέρ: ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου. οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς, ἀλλ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν ἄγριοι, οἵ που κεῖνον ἐρυκανόως ἀέκοντα. αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω, οὔτε τι μάντις ἐὼν οὔτ οἰωνῶν σάφα εἰδώς. οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἰής ἔσσεται, οὐδ εἴ πέρ τε σιδήρεα δέσματ ἔχῃσιν: φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν. ἀλλ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος. αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἐοίκας κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ ἀλλήλοισιν, πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν: ἐκ τοῦ δ οὔτ Ὀδυσῆα ἐγὼν ἴδον οὔτ ἔμ ἐκεῖνος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION