호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην, ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ οἱ ἄλλοι:? "ξεῖνε φίλ, ἦ καὶ μοι νεμεσήσεαι ὅττι κεν εἴπω· τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή, ῥεῖ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν, ἀνέρος, οὗ δή που λεύκ ὀστέα πύθεται ὄμβρῳ κείμεν ἐπ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει. εἰ κεῖνόν γ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα, πάντες κ ἀρησαίατ ἐλαφρότεροι πόδας εἶναι ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε. νῦν δ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων φῇσιν ἐλεύσεσθαι: τοῦ δ ὤλετο νόστιμον ἦμαρ. ἀλλ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον: τίς πόθεν εἰς ἀνδρῶν· πόθι τοι πόλις ἠδὲ τοκῆες· ὁπποίης τ ἐπὶ νηὸς ἀφίκεο: πῶς δέ σε ναῦται ἤγαγον εἰς Ἰθάκην· τίνες ἔμμεναι εὐχετόωντο· οὐ μὲν γὰρ τί σε πεζὸν ὀίομαι ἐνθάδ ἱκέσθαι. καί μοι τοῦτ ἀγόρευσον ἐτήτυμον, ὄφρ ἐὺ εἰδῶ, ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기