호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐς δ ἦλθον μνηστῆρες ἀγήνορες.? οἱ μὲν ἔπειτα ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε, τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν, κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο. οἱ δ ἐπ ὀνείαθ ἑτοῖμα προκείμενα χεῖρας ἰάλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει, μολπή τ ὀρχηστύς τε: τὰ γὰρ τ ἀναθήματα δαιτός: κῆρυξ δ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν Φημίῳ, ὅς ῥ ἠείδε παρὰ μνηστῆρσιν ἀνάγκῃ. ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기