호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὣς εἰπὼν ἡγεῖθ, ἡ δ ἕσπετο Παλλὰς Ἀθήνη.? οἱ δ ὅτε δή ῥ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο, ἔγχος μέν ῥ ἔστησε φέρων πρὸς κίονα μακρὴν δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα ἔγχε Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά, αὐτὴν δ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας, καλὸν δαιδάλεον: ὑπὸ δὲ θρῆνυς ποσὶν ἠε῀ν. πὰρ δ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών, ἠδ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο. χέρνιβα δ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλ ἐπιθεῖσα, χαριζομένη παρεόντων: δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα: κῆρυξ δ αὐτοῖσιν θάμ ἐπῴχετο οἰνοχοεύων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기