호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὢ πόποι, οἱο῀ν δή νυ θεοὺς βροτοὶ αἰτιόωνται:? ἐξ ἡμέων γάρ φασι κάκ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε ἔχουσιν, ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο γῆμ ἄλοχον μνηστήν, τὸν δ ἔκτανε νοστήσαντα, εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην, μήτ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν: ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο, ὁππότ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἰής. ὣς ἔφαθ Ἑρμείας, ἀλλ οὐ φρένας Αἰγίσθοιο πεῖθ ἀγαθὰ φρονέων: νῦν δ ἁθρόα πάντ ἀπέτισεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기