- 텍스트

Epictetus, Works, book 2, Τί τὸ ἴδιον τοῦ ἁμαρτήματος.?

(에픽테토스, Works, book 2, Τί τὸ ἴδιον τοῦ ἁμαρτήματος.)

Πᾶν ἁμάρτημα μάχην περιέχει. ἐπεὶ γὰρ ὁ ἁμαρτάνων οὐ θέλει ἁμαρτάνειν, ἀλλὰ κατορθῶσαι, δῆλον ὅτι ὃ μὲν θέλει οὐ ποιεῖ. τί γὰρ ὁ κλέπτης θέλει πρᾶξαι·

τὸ αὑτῷ συμφέρον. οὐκ οὖν, εἰ ἀσύμφορόν ἐστιν αὐτῷ τὸ κλέπτειν, ὃ μὲν θέλει ποιεῖ. πᾶσα δὲ ψυχὴ λογικὴ φύσει διαβέβληται πρὸς μάχην:

καὶ μέχρι μὲν ἂν μὴ παρακολουθῇ τούτῳ, ὅτι ἐν μάχῃ ἐστίν, οὐδὲν κωλύεται τὰ μαχόμενα ποιεῖν: παρακολουθήσαντα δὲ πολλὴ ἀνάγκη ἀποστῆναι τῆς μάχης καὶ φυγεῖν οὕτως ὡς καὶ ἀπὸ τοῦ ψεύδους ἀνανεῦσαι πικρὰ ἀνάγκη τῷ αἰσθανομένῳ, ὅτι ψεῦδός ἐστιν: μέχρι δὲ τοῦτο μὴ φαντάζηται, ὡς ἀληθεῖ ἐπινεύει αὐτῷ. δεινὸς οὖν ἐν λόγῳ, ὁ δ αὐτὸς καὶ προτρεπτικὸς καὶ ἐλεγκτικὸς οὗτος ὁ δυνάμενος ἑκάστῳ παραδεῖξαι τὴν μάχην, καθ ἣν ἁμαρτάνει, καὶ σαφῶς παραστῆσαι, πῶς ὃ θέλει οὐ ποιεῖ καὶ ὃ μὴ θέλει ποιεῖ.

ἂν γὰρ τοῦτο δείξῃ τις, αὐτὸς ἀφ αὑτοῦ ἀναποχωρήσει.

μέχρι δὲ μὴ δεικνύῃς, μὴ θαύμαζε, εἰ ἐπιμένει: κατορθώματος γὰρ φαντασίαν λαμβάνων ποιεῖ αὐτό. διὰ τοῦτο καὶ Σωκράτης ταύτῃ τῇ δυνάμει πεποιθὼς ἔλεγεν ὅτι "ἐγὼ ἄλλον μὲν οὐδένα εἰώθα παρέχειν μάρτυρα ὧν λέγω, ἀρκοῦμαι δ ἀεὶ τῷ προσδιαλεγομένῳ καὶ ἐκεῖνον ἐπιψηφίζω καὶ καλῶ μάρτυρα καὶ εἷς ὢν οὗτος ἀρκεῖ μοι ἀντὶ πάντων" 3.

ᾔδει γάρ, ὑπὸ τίνος λογικὴ ψυχὴ κινεῖται , ζυγῷ ἐπιρρέψει, ἄν τε θέλῃς ἄν τε μή. λογικῷ ἡγεμονικῷ δεῖξον μάχην καὶ ἀποστήσεται: ἂν δὲ μὴ δεικνύῃς, αὐτὸς σαυτῷ μᾶλλον ἐγκάλει ἢ τῷ μὴ πειθομένῳ.

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION