호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄπελθε πρὸς Σωκράτη καὶ ἴδε αὐτὸν συγκατακείμενον Ἀλκιβιάδῃ καὶ διαπαίζοντα αὐτοῦ τὴν ὡρ´αν. ἐνθυμήθητι οἱάν νίκην ποτὲ ἔγνω ἐκεῖνος νενικηκότα ἑαυτόν, οἱᾶ Ὀλύμπια, πόστος ἀφ Ἡρακλέους ἐγένετο: ἵνα τις, νὴ τοὺς θεούς, δικαίως ἀσπάζηται αὐτὸν "χαῖρε, παράδοξε", οὐχὶ τοὺς σαπροὺς τούτους πύκτας καὶ παγκρατιαστὰς οὐδὲ τοὺς ὁμοίους αὐτοῖς, τοὺς μονομάχους.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기