호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τί πρῶτόν ἐστιν ἔργον τοῦ φιλοσοφοῦντος· ἀποβαλεῖν οἰήσιν: ἀμήχανον γάρ, ἅ τις εἰδέναι οἰέται, ταῦτα ἄρξασθαι μανθάνειν. τὰ μὲν οὖν ποιητέα καὶ οὐ ποιητέα καὶ ἀγαθὰ καὶ κακὰ καὶ καλὰ καὶ αἰσχρὰ πάντες ἄνω καὶ κάτω λαλοῦντες ἐρχόμεθα πρὸς τοὺς φιλοσόφους, ἐπὶ τούτοις ἐπαινοῦντες ψέγοντες, ἐγκαλοῦντες μεμφόμενοι, περὶ ἐπιτηδευμάτων καλῶν καὶ αἰσχρῶν ἐπικρίνοντες καὶ διαλαμβάνοντες.
τίνος δ ἕνεκα προσερχόμεθα τοῖς φιλοσόφοις·
ἃ οὐκ οἰόμεθα εἰδέναι. τίνα δ ἐστὶ ταῦτα· τὰ θεωρήματα. ἃ γὰρ λαλοῦσιν οἱ φιλόσοφοι, μαθεῖν θέλομεν ὡς κομψὰ καὶ δριμέα, οἱ δ, ἵν ἀπ αὐτῶν περιποιήσωνται. γελοῖον οὖν τὸ οἰέσθαι, ὅτι ἄλλα μέν τις μαθεῖν βούλεται, ἄλλα δὲ μαθήσεται, ἢ λοιπὸν ὅτι προκόψει τις ἐν οἷς οὐ μανθάνει.
τὸ δ ἐξαπατῶν τοὺς πολλοὺς τοῦτ ἔστιν, ὅπερ καὶ Θεόπομπον τὸν ῥήτορα, ὅπου καὶ Πλάτωνι ἐγκαλεῖ ἐπὶ τῷ βούλεσθαι ἕκαστα ὁρίζεσθαι.
τί γὰρ λέγει·
"οὐδεὶς ἡμῶν πρὸ σοῦ ἔλεγεν ἀγαθὸν ἢ δίκαιον· ἢ μὴ παρακολουθοῦντες τί ἐστι τούτων ἕκαστον ἀσήμως καὶ κενῶς ἐφθεγγόμεθα τὰς φωνάς· τίς γάρ σοι λέγει, Θεόπομπε, ὅτι ἐννοίας οὐκ εἴχομεν ἑκάστου τούτων φυσικὰς καὶ προλήψεις·
ἀλλ οὐχ οἱό῀ν τ ἐφαρμόζειν τὰς προλήψεις ταῖς καταλλήλοις οὐσίαις μὴ διαρθρώσαντα αὐτὰς καὶ αὐτὸ τοῦτο σκεψάμενον, ποίαν τινὰ ἑκάστῃ αὐτῶν οὐσίαν ὑποτακτέον. ἐπεὶ τοιαῦτα λέγε καὶ πρὸς τοὺς ἰατρούς:
"τίς γὰρ ἡμῶν οὐκ ἔλεγεν ὑγιεινόν τι καὶ νοσερόν, πρὶν Ἱπποκράτη γενέσθαι· ἢ κενῶς τὰς φωνὰς ταύτας ἀπηχοῦμεν· " ἔχομεν γάρ τινα καὶ ὑγιεινοῦ πρόληψιν, ἀλλ ἐφαρμόσαι οὐ δυνάμεθα.
διὰ τοῦτο ὁ μὲν λέγει "ἀνάτεινον", ὁ δὲ λέγει "δὸς τροφήν": καὶ ὁ μὲν λέγει "φλεβοτόμησον", ὁ δὲ λέγει "σικύασον". τί τὸ αἴτιον· ἄλλο γε ἢ ὅτι τὴν τοῦ ὑγιεινοῦ πρόληψιν οὐ δύναται καλῶς ἐφαρμόσαι τοῖς ἐπὶ μέρους· Οὕτως ἔχει καὶ ἐνθάδ ἐπὶ τῶν κατὰ τὸν βίον. ἀγαθὸν καὶ κακὸν καὶ συμφέρον καὶ ἀσύμφορον τίς ἡμῶν οὐ λαλεῖ·
τίς γὰρ ἡμῶν οὐκ ἔχει τούτων ἑκάστου πρόληψιν· ἆρ οὖν διηρθρωμένην καὶ τελείαν· τοῦτο δεῖξον.
"πῶς δείξω· ἐφάρμοσον αὐτὴν καλῶς ταῖς ἐπὶ μέρους οὐσίαις. εὐθὺς τοὺς ὁρ´ους Πλάτων μὲν ὑποτάσσει τῇ τοῦ χρησίμου προλήψει, σὺ δὲ τῇ τοῦ ἀχρήστου. δυνατὸν οὖν ἐστιν ἀμφοτέρους ὑμᾶς ἐπιτυγχάνειν·
πῶς οἱό῀ν τε· τῇ δὲ τοῦ πλούτου οὐσίᾳ οὐχ ὁ μέν τις ἐφαρμόζει τὴν τοῦ ἀγαθοῦ πρόληψιν, ὁ δ οὔ· τῇ δὲ τῆς ἡδονῆς, τῇ δὲ τῆς ὑγείας· καθόλου γὰρ εἰ πάντες οἱ τὰ ὀνόματα λαλοῦντες μὴ κενῶς ἴσμεν ἕκαστα τούτων καὶ μηδεμιᾶς ἐπιμελείας περὶ τὴν διάρθρωσιν τῶν προλήψεων δεόμεθα, τί διαφερόμεθα, τί πολεμοῦμεν, τί ψέγομεν ἀλλήλους·
Καὶ τί μοι νῦν τὴν πρὸς ἀλλήλους μάχην παραφέρειν καὶ ταύτης μεμνῆσθαι·
σὺ αὐτὸς εἰ ἐφαρμόζεις καλῶς τὰς προλήψεις, διὰ τί δυσροεῖς, διὰ τί ἐμποδίζῃ· ἀφῶμεν ἄρτι τὸν δεύτερον τόπον τὸν περὶ τὰς ὁρμὰς καὶ τὴν κατὰ ταύτας περὶ τὸ καθῆκον φιλοτεχνίαν.
ἀφῶμεν καὶ τὸν τρίτον τὸν περὶ τὰς συγκαταθέσεις. χαρίζομαί σοι ταῦτα πάντα.
στῶμεν ἐπὶ τοῦ πρώτου καὶ σχεδὸν αἰσθητὴν παρέχοντος τὴν ἀπόδειξιν τοῦ μὴ ἐφαρμόζειν καλῶς τὰς προλήψεις. νῦν σὺ θέλεις τὰ δυνατὰ καὶ τὰ σοὶ δυνατά·
τί οὖν ἐμποδίζῃ· διὰ τί δυσροεῖς· νῦν οὐ φεύγεις τὰ ἀναγκαῖα· διὰ τί οὖν περιπίπτεις τινί, διὰ τί δυστυχεῖς· διὰ τί θέλοντός σού τι οὐ γίνεται καὶ μὴ θέλοντος γίνεται· ἀπόδειξις γὰρ αὕτη μεγίστη δυσροίας καὶ κακοδαιμονίας.
θέλω τι καὶ οὐ γίνεται: καὶ τί ἐστιν ἀθλιώτερον ἐμοῦ· οὐ θέλω τι καὶ γίνεται: καὶ τί ἐστιν ἀθλιώτερον ἐμοῦ· Τοῦτο καὶ ἡ Μήδεια οὐχ ὑπομείνασα ἦλθεν ἐπὶ τὸ ἀποκτεῖναι τὰ τέκνα.
μεγαλοφυῶς κατά γε τοῦτο. εἶχε γὰρ ἣν δεῖ φαντασίαν, οἱό῀ν ἐστι τὸ ἃ θέλει τινὶ μὴ προχωρεῖν. "εἶτα οὕτως τιμωρήσομαι τὸν ἀδικήσαντά με καὶ ὑβρίσαντα.
καὶ τί ὄφελος τοῦ κακῶς οὕτως διακειμένου· πῶς οὖν γένηται· ἀποκτείνω μὲν τὰ τέκνα. ἀλλὰ καὶ ἐμα υτὴν τιμωρήσομαι. καὶ τί μοι μέλει·
τοῦτ ἔστιν ἔκπτωσις ψυχῆς μεγάλα νεῦρα ἐχούσης. οὐ γὰρ ᾔδει, ποῦ κεῖται τὸ ποιεῖν ἃ θέλομεν, ὅτι τοῦτο οὐκ ἔξωθεν δεῖ λαμβάνειν οὐδὲ τὰ πράγματα μετατιθέντα καὶ μεθαρμοζόμενον. μὴ θέλε τὸν ἄνδρα, καὶ οὐδὲν ὧν θέλεις οὐ γίνεται.
μὴ θέλε αὐτὸν ἐξ ἅπαντός σοι συνοικεῖν, μὴ θέλε μένειν ἐν Κορίνθῳ καὶ ἁπλῶς μηδὲν ἄλλο θέλε ἢ ἃ ὁ θεὸς θέλει. καὶ τίς σε κωλύσει, τίς ἀναγκάσει· οὐ μᾶλλον ἢ τὸν Δία. Ὅταν τοιοῦτον ἔχῃς ἡγεμόνα καὶ τοιούτῳ συνθέλῃς καὶ συνορέγῃ, τί φοβῇ ἔτι μὴ ἀποτύχῃς·
χάρισαί σου τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν πενίᾳ καὶ πλούτῳ:
ἀποτεύξῃ, περιπεσῇ. ἀλλ ὑγιείᾳ: δυστυχήσεις: ἀρχαῖς, τιμαῖς, πατρίδι, φίλοις, τέκνοις, ἁπλῶς ἄν τινι τῶν ἀπροαιρέτων. ἀλλὰ τῷ Διὶ χάρισαι αὐτά ς, τοῖς ἄλλοις θεοῖς: ἐκείνοις παράδος, ἐκεῖνοι κυβερνάτωσαν, μετ ἐκείνων τετάχθωσαν:
καὶ ποῦ ἔτι δυσροήσεις· εἰ δὲ φθονεῖς, ἀταλαίπωρε, καὶ ἐλεεῖς καὶ ζηλοτυπεῖς καὶ τρέμεις καὶ μίαν ἡμέραν οὐ διαλείπεις, ἐν ᾗ οὐ κατακλάεις καὶ σαυτοῦ καὶ τῶν θεῶν, καὶ τί ἔτι λέγεις πεπαιδεῦσθαι·
ποίαν παιδείαν, ἄνθρωπε·
ὅτι συλλογισμοὺς ἔπραξας, μεταπίπτοντας· καὶ λοιπὸν ἔνθεν ἀρξάμενος προσοικοδομεῖν τὰ ἑξῆς, πῶς μηδὲν ἔσται σοῦ μὴ θέλοντος, θέλοντος μηδὲν οὐκ ἔσται·
Δότε μοι ἕνα νέον κατὰ ταύτην τὴν ἐπιβολὴν ἐληλυθότα εἰς σχολήν, τούτου τοῦ πράγματος ἀθλητὴν γενόμενον καὶ λέγοντα ὅτι "ἐμοὶ τὰ μὲν ἄλλα πάντα χαιρέτω, ἀρκεῖ δ εἰ ἐξέσται ποτὲ ἀπαραποδίστῳ καὶ ἀλύπῳ διαγαγεῖν καὶ ἀνατεῖναι τὸν τράχηλον πρὸς τὰ πράγματα ὡς ἐλεύθερον καὶ εἰς τὸν οὐρανὸν ἀναβλέπειν ὡς φίλον τοῦ θεοῦ μηδὲν φοβούμενον τῶν συμβῆναι δυναμένων.
" δειξάτω τις ὑμῶν αὐτὸν τοιοῦτον, ἵνα εἴπω: ἔρχου, νεανίσκε, εἰς τὰ σά:
σοὶ γὰρ εἵμαρται κοσμῆσαι φιλοσοφίαν, σά ἐστι ταῦτα τὰ κτήματα, σὰ τὰ βιβλία, σοὶ οἱ λόγοι. εἶθ, ὅταν τοιοῦτον ἐκπονήσῃ καὶ καταθλήσῃ τὸν τόπον, πάλιν ἐλθών μοι εἰπάτω "ἐγὼ θέλω μὲν καὶ ἀπαθὴς εἶναι καὶ ἀτάραχος, θέλω δ ὡς εὐσεβὴς καὶ φιλόσοφος καὶ ἐπιμελὴς εἰδέναι τί μοι πρὸς θεούς ἐστι καθῆκον, τί πρὸς γονεῖς, τί πρὸς ἀδελφούς, τί πρὸς τὴν πατρίδα, τί πρὸς ξένους" 3.
ἔρχου καὶ ἐπὶ τὸν δεύτερον τόπον: σός ἐστι καὶ οὗτος.
"ἀλλ ἤδη καὶ τὸν δεύτερον τόπον ἐκμεμελέτηκα.
ἤθελον δ ἀσφαλῶς καὶ ἀσείστως καὶ οὐ μόνον ἐγρηγορώς, ἀλλὰ καὶ καθεύδων καὶ οἰνωμένος καὶ ἐν μελαγχολίᾳ. " σὺ θεὸς εἶ, ὦ ἄνθρωπε, σὺ μεγάλας ἔχεις ἐπιβολάς. Οὔ: ἀλλ " 3ἐγὼ θέλω γνῶναι, τί λέγει Χρύσιππος ἐν τοῖς περὶ τοῦ Ψευδομένου". οὐκ ἀπάγξῃ μετὰ τῆς ἐπιβολῆς ταύτης, τάλας· καὶ τί σοι ὄφελος ἔσται·
πενθῶν ἅπαν ἀναγνώσῃ καὶ τρέμων πρὸς ἄλλους ἐρεῖς. οὕτως καὶ ὑμεῖς ποιεῖτε.
"θέλεις ἀναγνῶ σοι, ἀδελφέ· "καὶ σὺ ἐμοί. " "θαυμαστῶς, ἄνθρωπε, γράφεις": καὶ "σὺ μεγάλως εἰς τὸν Ξενοφῶντος χαρακτῆρα", "σὺ εἰς τὸν Πλάτωνος", " 3σὺ εἰς τὸν Ἀντισθένους". εἶτ ἀλλήλοις ὀνείρους διηγησάμενοι πάλιν ἐπὶ ταὐτὰ ἐπανέρχεσθε: ὡσαύτως ὀρέγεσθε, ὡσαύτως ἐκκλίνετε, ὁμοίως ὁρμᾶτε, ἐπιβάλλεσθε, προ[ς]τίθεσθε, ταὐτὰ εὔχεσθε, περὶ ταὐτὰ σπουδάζετε.
εἶτα οὐδὲ ζητεῖτε τὸν ὑπομνήσοντα ὑμᾶς, ἀλλ ἄχθεσθε, ἐὰν ἀκούητε τούτων. εἶτα λέγετε "ἀφιλόστοργος γέρων:
ἐξερχομένου μου οὐκ ἔκλαυσεν οὐδ εἶπεν "1εἰς οἱάν περίστασιν ἀπέρχῃ μοι, τέκνον: ἂν σωθῇς, ἅψω λύχνους"2". ταῦτ ἔστι τὰ τοῦ φιλοστόργου· μέγα σοι ἀγαθὸν ἔσται σωθέντι τοιούτῳ καὶ λύχνων ἄξιον.
ἀθάνατον γὰρ εἶναί σε δεῖ καὶ ἄνοσον. ὅπερ λέγω, τὴν οἰήσιν τὴν τοῦ δοκεῖν εἰδέναι τι τῶν χρησίμων ἀποβάλλοντας ἔρχεσθαι δεῖ πρὸς τὸν λόγον, ὡς πρὸς τὰ γεωμετρικὰ προσάγομεν, ὡ ς πρὸς τὰ μουσικά:
εἰ δὲ μή, οὐδ ἐγγὺς ἐσόμεθα τῷ προκόψαι, κἂν πάσας τὰς εἰσαγωγὰς καὶ τὰς συντάξεις τὰς Χρυσίππου μετὰ τῶν Ἀντιπάτρου καὶ Ἀρχεδήμου διέλθωμεν.
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기