호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οὐκ ἔστι τὸ τυχὸν αὐτὸ μόνον ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι. τί γάρ ἐστιν ἄνθρωπος·
- Ζῷον, φησί, λογικὸν θνητόν. - Εὐθὺς ἐν τῷ λογικῷ τίνων χωριζόμεθα· - Τῶν θηρίων. - Καὶ τίνων ἄλλων· - Τῶν προβάτων καὶ τῶν ὁμοίων.
- Ὅρα οὖν μή τί πως ὡς θηρίον ποιήσῃς: εἰ δὲ μή, ἀπώλεσας τὸν ἄνθρωπον, οὐκ ἐπλήρωσας τὴν ἐπαγγελίαν. ὁρ´α μή τι ὡς πρόβατον: εἰ δὲ μή, καὶ οὕτως ἀπώλετο ὁ ἄνθρωπος. τίνα οὖν ποιοῦμεν ὡς πρόβατα·
ὅταν τῆς γαστρὸς ἕνεκα, ὅταν τῶν αἰδοίων, ὅταν εἰκῇ, ὅταν ῥυπαρῶς, ὅταν ἀνεπιστρέπτως, ποῦ ἀπεκλίναμεν· ἐπὶ τὰ πρόβατα. τί ἀπωλέσαμεν·
τὸ λογικόν. ὅταν μαχίμως καὶ βλαβερῶς καὶ θυμικῶς καὶ ὠστικῶς, ποῦ ἀπεκλίναμεν· ἐπὶ τὰ θηρία.
λοιπὸν οἱ μὲν ἡμῶν μεγάλα θηρία εἰσίν, οἱ δὲ θηρίδια κακοήθη καὶ μικρά, ἀφ ὧν ἔστιν εἰπεῖν " 3λέων με καὶ φαγέτω. " διὰ πάντων δὲ τούτων ἀπόλλυται ἡ τοῦ ἀνθρώπου ἐπαγγελία.
πότε γὰρ σῴζεται συμπεπλεγμένον·
ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ, ὥστε σωτηρία συμπεπλεγμένου ἐστὶ τὸ ἐξ ἀληθῶν συμπεπλέχθαι. πότε διεζευγμένον· ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ. πότε αὐλοί, πότε λύρα, πότε ἵππος, πότε κύων· τί οὖν θαυμαστόν, εἰ καὶ ἄνθρωπος ὡσαύτως μὲν σῴζεται, ὡσαύτως δ ἀπόλλυται·
αὔξει δ ἕκαστον καὶ σῴζει τὰ κατάλληλα ἔργα:
τὸν τέκτονα τὰ τεκτονικά, τὸν γραμματικὸν τὰ γραμματικά. ἂν δ ἐθίσῃ γράφειν ἀγραμμάτως, ἀνάγκη καταφθείρεσθαι καὶ ἀπόλλυσθαι τὴν τέχνην. οὕτως τὸν μὲν αἰδήμονα σῴζει τὰ αἰδήμονα ἔργα, ἀπολλύει δὲ τὰ ἀναιδῆ:
τὸν δὲ πιστὸν τὰ πιστὰ καὶ τὰ ἐναντία ἀπολλύει. καὶ τοὺς ἐναντίους πάλιν ἐπαύξει τὰ ἐναντία:
τὸν ἀναίσχυντον ἀναισχυντία, τὸν ἄπιστον ἀπιστία, τὸν λοίδορον λοιδορία, τὸν ὀργίλον ὀργή, τὸν φιλάργυρον αἱ ἀκατάλληλοι λήψεις καὶ δόσεις. Διὰ τοῦτο παραγγέλλουσιν οἱ φιλόσοφοι μὴ ἀρκεῖσθαι μόνῳ τῷ μαθεῖν, ἀλλὰ καὶ μελέτην προσλαμβάνειν, εἶτα ἄσκησιν.
πολλῷ γὰρ χρόνῳ τὰ ἐναντία ποιεῖν εἰθίσμεθα καὶ τὰς ὑπολήψεις τὰς ἐναντίας ταῖς ὀρθαῖς χρηστικὰς ἔχομεν.
ἂν οὖν μὴ καὶ τὰς ὀρθὰς χρηστικὰς ποιήσωμεν, οὐδὲν ἄλλο ἢ ἐξηγηταὶ ἐσόμεθα ἀλλοτρίων δογμάτων. ἄρτι γὰρ τίς ἡμῶν οὐ δύναται τεχνολογῆσαι περὶ ἀγαθῶν καὶ κακῶν·
ὅτι τῶν ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δ ἀδιάφορα: ἀγαθὰ μὲν οὖν ἀρεταὶ καὶ τὰ μετέχοντα τῶν ἀρετῶν: κακὰ τὰ δ ἐναντία: ἀδιάφορα δὲ πλοῦτος, ὑγεία, δόξα. εἶτ ἂν μεταξὺ λεγόντων ἡμῶν ψόφος μείζων γένηται ἢ τῶν παρόντων τις καταγελάσῃ ἡμῶν, ἐξεπλάγημεν.
ποῦ ἐστιν, φιλόσοφε, ἐκεῖνα ἃ ἔλεγες·
πόθεν αὐτὰ προφερόμενος ἔλεγες· ἀπὸ τῶν χειλῶν αὐτόθεν. τί οὖν ἀλλότρια βοηθήματα μολύνεις· τί κυβεύεις περὶ τὰ μέγιστα· ἄλλο γάρ ἐστιν ὡς εἰς ταμιεῖον ἀποθέσθαι ἄρτους καὶ οἶνον, ἄλλο ἐστὶ φαγεῖν.
τὸ βρωθὲν ἐπέφθη, ἀνεδόθη, νεῦρα ἐγένετο, σάρκες, ὀστέα, αἷμα, εὔχροια, εὔπνοια. τὰ ἀποκείμενα ὅταν μὲν θελήσῃς ἐκ προχείρου λαβὼν δεῖξαι δύνασαι, ἀπ αὐτῶν δέ σοι ὄφελος οὐδὲν εἰ μὴ μέχρι τοῦ δοκεῖν ὅτι ἔχεις. τί γὰρ διαφέρει ταῦτα ἐξηγεῖσθαι ἢ τὰ τῶν ἑτεροδόξων· τεχνολόγει νῦν καθίσας τὰ Ἐπικούρου καὶ τάχα ἐκείνου χρηστικώτερον τεχνολογήσεις.
τί οὖν Στωικὸν λέγεις σεαυτόν, τί ἐξαπατᾷς τοὺς πολλούς, τί ὑποκρίνῃ Ιοὐδαῖον ὢν Ἕλλην· οὐχ ὁρᾷς, πῶς ἕκαστος λέγεται Ιοὐδαῖος, πῶς Σύρος, πῶς Αἰγύπτιος·
καὶ ὅταν τινὰ ἐπαμφοτερίζοντα ἴδωμεν, εἰώθαμεν λέγειν "οὐκ ἔστιν Ιοὐδαῖος, ἀλλ ὑποκρίνεται". ὅταν δ ἀναλάβῃ τὸ πάθος τὸ τοῦ βεβαμμένου καὶ ᾑρημένου, τότε καὶ ἔστι τῷ ὄντι καὶ καλεῖται Ιοὐδαῖος. οὕτως καὶ ἡμεῖς παραβαπτισταί, λόγῳ μὲν Ιοὐδαῖοι, ἔργῳ δ ἄλλο τι, ἀσυμπαθεῖς πρὸς τὸν λόγον, μακρὰν ἀπὸ τοῦ χρῆσθαι τούτοις ἃ λέγομεν, ἐφ οἷς ὡς εἰδότες αὐτὰ ἐπαιρόμεθα.
οὕτως οὐδὲ τὴν τοῦ ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι δυνάμενοι προσλαμβάνομεν τὴν τοῦ φιλοσόφου, τηλικοῦτο φορτίον οἱο῀ν εἴ τις δέκα λίτρας ἆραι μὴ δυνάμενος τὸν τοῦ Αἰάντος λίθον βαστάζειν ἤθελεν.
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기