- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 70

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 70)

πρὸς ταῦτα Αἰμιλιανὸς ἔφη:? : βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημέν ἐστὶ κατὰ τοὺς Ἡγησίππου Ἀδελφούς: σὺ οὖν ἢ δρῶν τι φαίνου καινὸν ῾ παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτ ἐμέ, καὶ δεῖξον ὃ φέρεις καὶ λέγε τί ἐστι. καὶ ὅς: : β. καταφρονεῖς ὅτι μάγειρός εἰμι ἴσως ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ ἐγώ, κατά, τὸν κωμικὸν Δημήτριον, ὃς ἐν τῷ ἐπιγραφομένῳ Ἀρεοπαγίτῃ ταῦτ εἴρηκεν ὅσον δ ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ ἐγώ, οὐδεὶς ὑποκριτής ἐσθ ὅλως εἰργασμένος. καπνιζομένη τυραννὶς αὕτη σθ ἡ τέχνη, ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην, παρ Ἀγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκ ἐγὼ τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν. τὸ μέγιστον οὐκ εἴρηκα Λαχάρους τινός, ὅτ ἦν ὁ λιμός, ἑστιῶντος τοὺς φίλους, ἀνάληψιν ἐποίησ1 εἰσενέγκας κάππαριν. α.

"εἰ μὴ δείξεις ὅ τι φέρεις. καὶ ὃς μόλις ἔφη: "ῥοδωνιὰν καλῶ μὲν τὴν λοπάδα ταύτην ἐγώ ἐσκεύασται δ οὕτως, ἵνα καὶ ἥδυσμα στεφανωτικὸν μὴ μόνον ἐπὶ τῆς κεφαλῆς λαβὼν σχῇς, ἀλλὰ καὶ ἔνδον σεαυτοῦ καὶ πανδαισίᾳ τὸ σωμάτιον πᾶν ἑστιάσῃς, ῥόδα τὰ εὐοσμότατα ἐν ἴγδει τρίψας ἐπέβαλον ἐγκεφάλους ὀρνίθων τε καὶ χοίρων ἑφθοὺς σφόδρα ἐξινιασθέντας καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, μεθ ἃ ἔλαιον, γάρον, πέπερι, οἶνον.

"καὶ ταῦτα διατρίψας ἐπιμελῶς ἐνέβαλον εἰς λοπάδα καινήν, ἁπαλὸν καὶ συνεχὲς διδοὺς τὸ πῦρ. καὶ ἅμα λέγων ἀναπετάσας τὴν λοπάδα τοσαύτην εὐωδίαν παρέσχε τῷ συμποσίῳ, ὡς ἀληθῶς τινα τῶν παρόντων εἰπεῖν τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ αὐτμή.

τοσαύτη διεχύθη ἀπὸ τῶν ῥόδων εὐωδία.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION