호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον, σπάνιον ὀ`ν τὸ χρῆμα:? πλείους δ εἰσὶ νῦν τῶν ὀρτύγων. καὶ Εὔβουλος ἐν Φοίνικι, καὶ γὰρ ὁ ταὼς διὰ τὸ σπάνιον θαυμάζεται. "σχιδανόπους ἐστὶ καὶ ποιολόγος καὶ τίκτει τριέτης γενόμενος, ἐν οἷς καὶ τὴν ποικιλίαν τῶν πτερῶν λαμβάνει, ἐπῳάζει δ ἡμέρας πρὸς λ. τίκτει: "τε ἅπαξ τοῦ ἔτους ᾠὰ δώδεκα: "ταῦτα δὲ οὐκ εἰς ἅπαξ, ἀλλὰ παρ ἡμέρας δύο: "αἱ δὲ πρωτοτόκοι ὀκτώ. τίκτει δὲ καὶ ὑπηνέμια, ὡς ἡ ἀλεκτορίς, οὐ πλείω δὲ τῶν δύο. ἐκλέπει δὲ καὶ ἐπῳάζει καθάπερ ἡ ἀλεκτορίς. Εὔπολις δ ἐν Ἀστρατεύτοις φησὶ περὶ αὐτοῦ οὕτως: μή ποτε θρέψω παρὰ Φερσεφόνῃ τοιόνδε ταὧν, ὃς τοὺς εὕδοντας ἐγείρει.
Ἀντιφῶντι δὲ τῷ ῥήτορι λόγος μὲν γέγραπται ἔχων ἐπίγραμμα περὶ ταῶν, καὶ ἐν αὐτῷ τῷ λόγῳ οὐδεμία μνεία τοῦ ὀνόματος γίνεται, ὄρνεις δὲ ποικίλους πολλάκις ἐν αὐτῷ ὀνομάζει, φάσκων τούτους τρέφειν Δῆμον τὸν Πυριλάμπους καὶ πολλοὺς παραγίνεσθαι κατὰ πόθον τῆς τῶν ὀρνίθων θέας ἔκ τε Λακεδαίμονος καὶ Θετταλίας καὶ σπουδὴν ποιεῖσθαι τῶν ᾠῶν μεταλαβεῖν. περὶ δὲ τῆς ἰδέας αὐτῶν λέγων γράφει: "εἴ τις ἐθέλοι καταβαλεῖν εἰς πόλιν τοὺς ὄρνιθας, οἰχήσονται ἀναπτόμενοι, ἐὰν δὲ τῶν πτερύγων ἀποτέμῃ, τὸ κάλλος ἀφαιρήσεται:
"τὰ πτερὰ γὰρ αὐτῶν τὸ κάλλος ἐστίν, ἀλλ οὐ τὸ σῶμα. "ἀλλὰ τὰς μὲν νουμηνίας ὁ βουλόμενος εἰσῄει, τὰς δ ἄλλας ἡμέρας εἴ τις ἔλθοι βουλόμενος θεάσασθαι, οὐκ ἔστιν ὅστις ἔτυχε, καὶ ταῦτα οὐκ ἐχθὲς οὐδὲ πρῴην, ἀλλ ἔτη πλέον ἢ τριάκοντά ἐστιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기