- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 45

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 45)

καὶ γὰρ τούτους ὀρχήσει λόγος ἁλίσκεσθαι.? μνημονεύει δ αὐτῶν Ὅμηρος, γένος τε ὀρχήσεως ἀπ αὐτῶν καλεῖται σκὼψ λαβὼν τοὔνομα ἀπὸ τῆς περὶ τὸ ζῷον ἐν τῇ κινήσει ποικιλίας. χαίρουσι δὲ οἱ σκῶπες καὶ ὁμοιότητι καὶ ἀπ αὐτῶν ἡμεῖς σκώπτειν καλοῦμεν τὸ συνεικάζειν καὶ καταστοχάζεσθαι τῶν σκωπτομένων διὰ τὸ τὴν ἐκείνων ἐπιτηδεύειν προαίρεσιν. πάντα δὲ τὰ τῶν ζῴων εὔγλωττα καὶ διηρθρωμένα ἐστὶ τὴν φωνὴν καὶ μιμεῖται τοὺς τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ὀρνίθων ἤχους ὥσπερ. ψιττακὸς καὶ κίττα. "μικρότερός ἐστι γλαυκὸς καὶ ἐπὶ μολυβδοφανεῖ τῷ χρώματι ὑπόλευκα στίγματα ἔχει δύο τε ἀπὸ τῶν ὀφρύων παρ ἑκάτερον κρόταφον ἀναφέρει πτερά. Καλλίμαχος δέ φησι δύο γένη εἶναι σκωπῶν καὶ τοὺς μὲν φθέγγεσθαι, τοὺς δὲ οὔ.

διὸ καὶ καλεῖσθαι τοὺς μὲν σκῶπας αὐτῶν, τοὺς δ ἀείσκωπας: εἰσὶ δὲ γλαυκοί, ὁ δὲ Μύνδιος Ἀλέξανδρός φησι τοὺς παρ Ὁμήρῳ χωρὶς τοῦ ς κῶπας εἶναι, καὶ Ἀριστοτέλη οὕτως αὐτοὺς ὠνομακέναι. φαίνεσθαί τε τούτους ἀεὶ καὶ μὴ ἐσθίεσθαι. τοὺς δ ἐν τῷ φθινοπώρῳ φαινομένους δύο ἡμέραις ἢ μιᾷ, τούτους εἶναι ἐδωδίμους, διαφέρουσι δὲ τῶν ἀεισκώπων τῷ πάχει καί εἰσι παραπλήσιοι τρυγόνι καὶ φάττῃ. καὶ Σπεύσιππος δ ἐν δευτέρῳ Ὁμοίων χωρὶς τοῦ ς κῶπας αὐτοὺς ὀνομάζει. Ἐπίχαρμος:

καὶ Μητρόδωρος δ ἐν τῷ περὶ συνηθείας ἀντορχουμένους φησὶν ἁλίσκεσθαι τοὺς σκῶπας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION