- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 26

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 26)

ἐπὶ τούτοις ὁ μάγειρος ἔφη:? λέξω τοίνυν κἀγὼ οὐκ ἀρχαίαν ἐπίνοιαν, ἀλλ εὑρ´εσιν ἐμὴν ἵνα μὴ ὁ αὐλητὴς πληγὰς λάβῃ:

ὁ γὰρ Εὔβουλος ἐν Λάκωσιν ἢ Λήδᾳ ἔφη: ἀλλ ἠκούσαμεν καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθ ὡς ὅσ1 ἂν ὁ μάγειρος ἐξαμάρτῃ, τύπτεται, ὥς φασιν, αὑλητὴς παρ ὑμῖν.

Φιλύλλιὸς τε ἢ ὁ ποιήσας τὰς Πόλεις φησίν ὅ τι ἂν τύχῃ μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν πληγάς περὶ ἡμιόπτου καὶ ἡμιέφθου καὶ ἀσφάκτου γεμιστοῦ χοίρου. καὶ ἐπέδειξεν.

ἔπειτα ἀπορρεύσαντος τοῦ πολλοῦ αἵματος πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως εἴρηται γὰρ καὶ ἐξαίρεσις, ὦ στωμυλῆθραι δαιταλεῖς διακλύσας ἐπιμελῶς οἴνῳ πολλάκις ἐκρέμασα ἐκ ποδῶν.

εἶτα πάλιν οἴνῳ διέβρεξα καὶ προεψήσας μετὰ πολλοῦ πιπέρεως τὰ προειρημένα χναυμάτια ἔβυσα διὰ τοῦ στόματος, πολλὸν ἐπιχέας ζωμὸν εὖ πάνυ πεποιημένον. καὶ μετὰ ταῦτα περιέπλασα τοῦ χοίρου τὴν ἡμίσειαν, ὡς ὁρᾶτε, ἀλφίτοις πολλοῖς κριθῆς: ἀναδεύσας αὐτὰ οἴνῳ καὶ ἐλαίῳ.

ἔπειτ ἐνέθηκα κριβάνῳ ὑποθεὶς τράπεζαν χαλκῆν ἐστάθευσά τε τῷ πυρί, ὡς μήτε κατακαῦσαι μήτ ὠμὸν ἀφελεῖν. καὶ τῆς φορίνης ἤδη γενομένης κραμβαλέας εἴκασα καὶ τἄλλο μέρος ἡψῆσθαι ἀποβαλών τ αὐτοῦ τὰ ἄλφιτα οὕτω φέρων ὑμῖν παρέθηκα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION