호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐπίχαρμος τὸν ἄρρενα χοῖρον οὕτως καλεῖ ἐν Ὀδυσσεῖ αὐτομόλῳ :? δέλφακά τε τῶν γειτόνων τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα οὐχ ἑκών καὶ ταῦτα δή με συμβολατεύειν ἔφα τοῖς Ἀχαιοῖσιν προδιδόμειν τ ὤμνυέ με τὸν δέλφακα. καὶ Ἀναξίλας δ ἐν Κίρκῃ καὶ ἀρσενικῶς εἴρηκε τὸν δέλφακα καὶ ἐπὶ τοῦ τελείου τέθεικε τοὔνομα εἰπών τοὺς μὲν ὀρεινόμους ὑμῶν ποιήσει δέλφακας ὑλιβάτους. τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους ἢ λέοντας.
"ἢ δέλφακος ὀπωρινῆς ἠτριαῖον. καὶ ἐν Ἀχαρνεῦσιν: νέα γάρ ἐστιν ἀλλὰ δελφακουμένα ἕξει μεγάλην τε καὶ παχεῖαν κἠρυθράν, ἀλλ αἰ τράφεν λῇς, ἅδε τοι χοῖρος καλά. "ὡς Ἐφεσίη δέλφαξ.
κυρίως δ αἱ θήλειαι οὕτως λεχθεῖεν ἂν ἅτε δελφύας ἔχουσαι: οὕτως δὲ αἱ μῆτραι καλοῦνται καὶ οἱ ἀδελφοὶ ἔνθεν ἐτυμολογοῦνται. περὶ δὲ τῆς ἡλικίας τοῦ ζῴου Κρατῖνός φησιν ἐν Ἀρχιλόχοις: ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις. Ἀριστοφάνης δ ὁ γραμματικὸς ἐν τῷ περὶ ἡλικιῶν φησι: "τῶν δὲ συῶν τὰ μὲν ἤδη συμπεπηγότα δέλφακες, τὰ δ ἁπαλὰ καὶ ἔνικμα χοῖροι, ἔνθεν τὸ Ὁμηρικὸν σαφὲς γίνεται:
"τά τε δμώεσσι πάρεστι χοίρε, ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι. "τὸν δέλφακα ἀπῆγε σιγῇ. ἦν δὲ καὶ παλαιὸς νόμος, ὥς φησιν Ἀνδροτίων, τῆς ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον διὸ τὰ ἤδη τέλεια ἤσθιον ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι. καὶ νῦν δὲ τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὐ θύειν ἀμνὴν οὐδὲ τυροῦ γεύεσθαι, καὶ κατὰ χρόνον δέ τινα ἐκλιπόντων τῶν βοῶν, φησὶν ὁ Φιλόχορος, νομοθετηθῆναι διὰ τὴν σπάνιν ἀπέχεσθαι αὐτοὺς τῶν ζῴων, συνάγειν βουλομένους καὶ πληθῦσαι τῷ μὴ καταθύεσθαι.
χοῖρον δ οἱ Ιὤνες καλοῦσι τὴν θήλειαν, ὡς Ἱππῶναξ: σπονδῇ τε καὶ σπλάγχνοισιν ἀγρίης χοίρου. καὶ Σοφοκλῆς Ἐπιταιναρίοις:
τοιγὰρ ϊωδὴ φυλάξαι χοῖρον ὥστε δεσμίαν. "ἐπιδημήσαντί μοι οἱ Ἄσσιοι παρέστησαν χοῖρον ἔχοντα τὸ μὲν ὕψος δύο καὶ ἡμίσους πήχεων, ὅλον δ ἄρτιον πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. "ἔφασάν τε τὸν βασιλέα Εὐμένη τὰ τοιαῦτα ἐπιμελῶς ὠνεῖσθαι παρ, αὐτῶν, διδόντα τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας. Αἰσχύλος δέ φησιν ἐγὼ δὲ χοῖρον καὶ μάλ εὐθηλούμενον τόνδ ἐν ῥοθοῦντι κριβάνῳ θήσω. τί γὰρ ὄψον γένοιτ ἂν ἀνδρὶ τοῦδε βέλτερον·
καὶ πάλιν λευκός: τί δ οὐχί· καὶ καλῶς ἠφευμένος ὁ χοῖρος. ἕψου, μηδὲ λυπηθῇς πυρί. καὶ ἔτι: θύσας δὲ χοῖρον τόνδε τῆς αὐτῆς ὑὸς ἣ πολλά μ ἐν δόμοισιν εἴργασται κακά, δονοῦσα καὶ τρέπουσα τύρβ ἄνω κάτω. ταῦτα δὲ παρέθετο Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기