- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 10

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 10)

Ἀθήνησι δὲ καὶ ταῖς τετοκυίαις κράμβη παρεσκευάζετο ὥς τι ἀντιφάρμακον εἰς τροφήν.? ἔφιππος γοῦν ἐν Γηρυόνῃ φησὶν ἔπειτα πῶς οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν, οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας Ἀμφιδρομίων ὄντων· ἐν οἷς νομίζεται ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους ἕψειν τ ἐλαίῳ ῥάφανον ἠγλαισμένην πνίγειν τε παχέων ἀρνίων στηθύνια τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις κοινῇ τε χναύειν τευθίσιν σηπίδια πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας. Ἀντιφάνης δ ἐν Παρασίτῳ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται ἐν τούτοις: οἱᾶ δ ἐστὶν οἶσθα νῦν ἄρτοι, σκόροδα, τυρός, πλακοῦντες, πράγματα ἐλευθέρἰ, οὐ τάριχος οὐδ ἡδύσμασιν ἄρνεια καταπεπασμέν οὐδὲ θρυμματὶς τεταραγμένη καὶ λοπάδες ἀνθρώπων φθοραί.

καὶ μὴν ῥαφάνους γ ἕψουσι λιπαράς, ὦ θεοί, ἔτνος θ ἅμ αὐταῖς πίσινον. Δίφιλος δ ἐν Ἀπλήστῳ: ἥκει φερόμεν αὐτόματα πάντα τἀγαθά, ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία ἁπαλώτατ, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις ὅμοια πράγματ οὐδὲ ταῖς θλασταῖς ἐλάαις. Ἀλκαῖος Παλαίστρᾳ:

ἤδη δ ἧψε χύτραν ῥαφάνων. Πολύζηλος δ ἐν Μουσῶν γοναῖς κράμβας αὐτὰς ὀνομάζων φησί: ὑψιπέταλοί τε κράμβαι συχναί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION