호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀλέξανδρος δὲ ὁ πολίτης μου οὗτος δ οὐ πρὸ πολλοῦ τετελεύτηκε δημοσίᾳ ἐπιδειξάμενος ἐν τῷ τριγώνῳ ἐπικαλουμένῳ ὀργάνῳ οὕτως ἐποίησε πάντας Ῥωμαίους μουσομανεῖν ὡς τοὺς πολλοὺς καὶ ἀπομνημονεύειν αὐτοῦ τὰ κρούσματα, μνημονεύει δὲ τοῦ τριγώνου τούτου καὶ Σοφοκλῆς ἐν μὲν Μυσοῖς οὕτως :? πολὺς δὲ Φρύξ τρίγωνος ἀντίσπαστὰ τε Λυδῆς ἐφυμνεῖ πηκτίδος συγχορδίᾳ, καὶ ἐν Θαμύρᾳ. ι Ἀριστοφάνης δ ἐν Δαιταλεῦσι καὶ Θεόπομπος ἐν Πηνελόπῃ: Εὔπολις δ ἐν Βάπταις φησὶν ὃς καλῶς μὲν τυμπανίζει καὶ διαψάλλει τριγώνοις.
τοῦ δὲ καλουμένου πανδούρου Εὐφορίων μὲν, ὡς προείρηται, καὶ Πρωταγορίδης ἐν β περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεων. Πυθαγόρας δὲ ὁ γεγραφὼς περὶ τῆς Ἐρυθρᾶς θαλάσσης τοὺς Τρωγλοδύτας φησὶ κατασκευάζειν τὴν πανδούραν ἐκ τῆς ἐν τῇ θαλάσσῃ φυομένης δάφνης. Τυρρηνῶν δ ἐστὶν εὑρ´ημα κέρατά τε καὶ σάλπιγγες.
Μητρόδωρος δ ὁ Χῖος ἐν Τρωικοῖς σύριγγα μέν φησιν εὑρεῖν Μαρσύαν καὶ αὐλεῖν ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμῳ συριζόντων. Εὐφορίων δ ὁ ἐποποιὸς ἐν τῷ περὶ μελοποιῶν τὴν μὲν μονοκάλαμον σύριγγα Ἑρμῆν εὑρεῖν, τινὰς δ ἱστορεῖν Σεύθην καὶ Ῥωνάκην τοὺς Μαιδούς,2 τὴν δὲ πολυκάλαμον Σιληνόν, Μαρσύαν δὲ τὴν κηρόδετον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기