호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστο σκινδαψὸς τετράχορδος ἀνηλακάτοιο γυναικός.? μνημονεύει αὐτοῦ καὶ Θεόπομπος ὁ Κολοφώνιος ἐποποιὸς ἐν τῷ ἐπιγραφομένῳ Ἁρματίῳ: σκινδαψὸν λυρόεντα μέγαν χείρεσσι τινάσσων, οἰσύινον προμάλοιο τετυγμένον αἰζήεντος: καὶ Ἀναξίλας ἐν Λυροποιῷ:
ἐγὼ δὲ βαρβίτους, τριχόρδους, πηκτίδας, κιθάρας, λύρας, σκινδαψοὺς ἐξηρτυόμαν. Σώπατρος δ ὁ παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ Μυστάκου θητίῳ δίχορδον εἶναί φησι τὴν πηκτίδα λέγων οὕτως : πηκτὶς δὲ Μούσῃ γαυριῶσα βαρβάρῳ δίχορδος εἰς σὴν χεῖρά πως κατεστάθη. τῶν δὲ παριαμβίδων Ἐπίχαρμος ἐν Περιάλλῳ μνημονεύει οὕτως:
Σεμέλα δὲ χορεύει: καὶ ὑπαυλεῖ σφιν σοφὸς κιθάρᾳ παριαμβίδας: ἃ δὲ γεγάθει πυκινῶν κρεγμῶν ἀκροαζομένα. Τὸ δὲ ψαλτήριον, ὥς φησιν Ιὄβας, Ἀλέξανδρος ὁ Κυθήριος συνεπλήρωσε χορδαῖς καὶ ἐγγηράσας τῇ Ἐφεσίων πόλει ὡς σοφώτατον τῆς ἑαυτοῦ τέχνης τουτὶ τὸ εὑρ´ημα ἀνέθηκε ἐν Ἀρτέμιδος. μνημονεύει δ ὁ Ιὄβας καὶ τοῦ λυροφοίνικος καὶ τοῦ ἐπιγονείου , ὃ νῦν εἰς ψαλτήριον ὄρθιον μετασχηματισθὲν διασῴζει τὴν τοῦ χρησαμένου προσηγορίαν. ἦν δ ὁ Ἐπίγονος φύσει μὲν Ἀμβρακιώτης, δημοποίητος δὲ Σικυώνιος:
μουσικώτατος δ ὢν κατὰ χεῖρα δίχα πλήκτρου ἔψαλλεν. τῇ πατρίδι ὑπαρχόντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기