- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 61

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 61)

Πυθοδήλου δέ τινος ἀσώτου μνημονεύει Ἀξιόνικος ἐν Τυρρηνῷ οὕτως:? ὁ Πυθόδηλος οὑτοσὶ ὁ Βαλλίων προσέρχετ ἐπικαλούμενος, μεθύουσά τ ἐξόπισθεν ἡ σοφωτάτη Ἀποτυμπανισχὰς κατὰ πόδας πορεύεται, Πολύευκτον δ Ἀναξανδρίδης ἐν Τηρεῖ κωμῳδῶν ὄρνις κεκλήσῃ φησί. β. διὰ τί, πρὸς τῆς Ἑστίας· πότερον καταφαγὼν τὴν πατρῴαν οὐσίαν, ὥσπερ Πολύευκτος ὁ καλός·

α. οὐ δῆτ, ἀλλ ὅτι ἄρρην ὑπὸ θηλειῶν κατεκόπης. Θεόπομπος δ ἐν τῇ δεκάτῃ τῶν Φιλιππικῶν, ἀφ ἧς τινες τὸ τελευταῖον μέρος χωρίσαντες, ἐν ᾧ ἐστι τὰ περὶ τῶν Ἀθήνησι δημαγωγῶν, εὔβουλόν φησι τὸν δημαγωγὸν ἄσωτον γενέσθαι, τῇ λέξει δὲ ταύτῃ ἐχρήσατο: καὶ τοσοῦτον ἀσωτίᾳ καὶ πλεονεξίᾳ διενήνοχε τοῦ δήμου τοῦ Ταραντίνων ὅσον ὁ μὲν περὶ τὰς ἑστιάσεις εἶχε μόνον ἀκρατῶς, ὁ δὲ τῶν Ἀθηναίων καὶ τὰς προσόδους καταμισθοφορῶν διατετέλεκε.

Καλλίστρατος δέ, φησίν, ὁ Καλλικράτους δημαγωγὸς καὶ αὐτὸς πρὸς μὲν τὰς ἡδονὰς ἦν ἀκρατής, τῶν δὲ πολιτικῶν πραγμάτων ἦν ἐπιμελής περὶ δὲ τῶν Ταραντίνων ἱστορῶν ἐν τῇ δευτέρα καὶ πεντηκοστῇ τῶν ἱστοριῶν γράφει οὕτως: ἡ πόλις ἡ τῶν Ταραντίνων σχεδὸν καθ ἕκαστον μῆνα βουθυτεῖ καὶ δημοσίας ἑστιάσεις ποιεῖται. τὸ δὲ τῶν ἰδιωτῶν πλῆθος αἰεὶ περὶ συνουσίας καὶ πότους ἐστί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION