- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 48

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 48)

ἐπὶ τούτοις γελάσαντος πάνυ ἔκλαμπρον τοῦ Πλουτάρχου οὐκ ἐνέγκας ὁ κύων παροραθεῖσαν τὴν περὶ τῆς φακῆς πολυμάθειαν ἀλλ ὑμεῖς γε, ἔφη, οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας, ὦ Πλούταρχε, σύντροφοί ἐστε τῷ φακίνῳ βρώματι καὶ πᾶσα ὑμῶν ἡ πόλις πλήρης ἐστὶ φακίνων ὧν καὶ Σώπατρος ὁ Φάκιος παρῳδὸς μέμνηται ἐν δράματι Βακχίδι λέγων οὕτως :? οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν.

ἐπεὶ τί δεῖ βροτοῖσι κατὰ τὸν σὸν Εὐριπίδην, γραμματικώτατε, πλὴν δυοῖν μόνον Δήμητρος ἀκτῆς πώματός θ ὑδρηχόου· ἅπερ πάρεστι καὶ πέφυχ ἡμᾶς τρέφειν. ὧν οὐκ ἀπαρκεῖ πλησμονή: τρυφῇ γέ τοι ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν. κἀν ἄλλοις δέ φησιν ὁ σκηνικὸς οὗτος φιλόσοφος - ἀρκεῖ μετρία βιοτά μοι σώφρονος τραπέζης: τὸ δ ἄκαιρον ἅπαν ὑπερβάλλον τε μὴ προσείμαν.

καὶ ὁ Σωκράτης δ ἔλεγεν τῶν ἄλλων ἀνθρώπων διαφέρειν καθ ὅσον οἱ μὲν ζῶσιν ἵν ἐσθίωσιν, αὐτὸς δ ἐσθίει ἵνα ζῇ. Διογένης τε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ ἀποτριβομένῳ ἔλεγεν εἴθ ἠδυνάμην καὶ τὴν γαστέρα τρίψας τῆς πείνης καὶ τῆς ἐνδείας παύσασθαι ὁ δ Εὐριπίδης ἐν Ἱκέτισι περὶ τοῦ Καπανέως φησὶν Καπανεὺς ὅδ ἐστὶν ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δ ὄλβῳ γαῦρος ἦν: φρόνημα δὲ οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ, ψέγων τραπέζαις εἴ τις ἐξογκοῖτ ἄγαν, τἀρκοῦν ἐπαινῶν οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι, μέτρια δ ἐξαρκεῖν ἔφη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION