호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τραγικὸν γὰρ ἡ φακῆ στιν, ἦς καὶ φασιν Ἀγάθαρχὸν ποτὲ γεγραφέναι ῥοφοῦντ Ὀρέστην τῆς νόσου πεπαυμένον, φησὶ Σώφιλος ὁ κωμῳδιοποιός.? στωικὸν δὲ δόγμα ἐστὶν ὅτι τε πάντα εὖ ποιήσει ὁ σοφὸς καὶ φακῆν φρονίμως ἀρτύσει. διὸ καὶ Τίμων ὁ Φλιάσιος ἔφη: ὡς οὐκ ἄλλως δυναμένης ἑψηθῆναι φακῆς εἰ μὴ κατὰ τὴν Ζηνώνειον ὑφήγησιν, ὃς ἔφη :
εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου. καὶ Κράτης δ ὁ Θηβαῖος ἔλεγεν μὴ πρὸ φακῆς λοπάδ αὔξων εἰς στάσιν ἄμμε βάλῃς. Χρύσιππός τε ἐν τῷ περὶ τοῦ καλοῦ γνώμας τινὰς ἡμῖν εἰσφέρων φησί: μηδέποτ ἐλαίαν ἔσθι, ἀκαλήφην ἔχων. χειμῶνος ὡρ´ᾳ βολβοφακῆν, βαβαί, βαβαί. βολβοφακῆ δ οἱο῀ν ἀμβροσίη ψύχους κρυόεντος. ὁ χαρίεις τε Ἀριστοφάνης ἐν Γηρυτάδῃ ἔφη:
πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν· καὶ ἐν Ἀμφιαράῳ: ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς, Ἐπίχαρμος δὲ ἐν Διονύσοις: χύτρα δὲ φακέας ἥψετο. Ἀντιφάνης Ὁμοίαις: εὖ δ ἐγίνεθ εἰ φακῆν ἕψειν μ ἐδίδασκε τῶν ἐπιχωρίων τις εἷς. ἄλλοι τινὲς Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πατρέα ἐν τρίτῳ Εὐρωπιακῶν φησιν Λυσίμαχος ἐν τρίτῳ Νόστων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기