- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 10

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 10)

ἐχρῶντο γὰρ οἱ παλαιοὶ καὶ τοῖς εἰς ἀναστόμωσιν βρώμασιν ὥσπερ ταῖς ἁλμάσιν ἐλάαις, ἃς κολυμβάδας καλοῦσιν:? Ἀριστοφάνης γοῦν ἐν Γήρᾳ φησίν ὦ πρεσβῦτα, πότερα φιλεῖς τὰς δρυπεπεῖς ἑταίρας ἢ σὺ τὰς ὑποπαρθένους ἁλμάδας ὡς ἐλάας στιφράς·

Φιλήμων δ ἐν Μετιόντι ἢ Ζωμίῳ: ἰχθὺς τί σοι ἐφαίνεθ οὑφθός· β. μικρὸς ἦν, ἀκήκοας· ἅλμη τε λευκὴ καὶ παχεῖ ὑπερβολῇ, κοὐχὶ λοπάδος προσῶζεν οὐδ ἡδυσμάτων. ἐβόων δ ἅπαντες, ὡς ἀγαθὴν ἅλμην ποιεῖς, ἤσθιον δὲ καὶ τέττιγας καὶ κερκώπας ἀναστομώσεως χάριν.

Ἀριστοφάνης Ἀναγύρῳ: πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν καὶ κερκώπην θηρευσαμένη καλάμῳ λεπτῷ. ἐστὶν δ ἡ κερκώπη ζῷον ὅμοιον τέττιγι καὶ τιτιγονίῳ,4 ὡς Σπεύσιππος παρίστησιν ἐν δευτέρῳ Ὁμοίων, μνημονεύει αὐτῶν Ἐπίλυκος ἐν Κωραλίσκῳ. Ἄλεξις ἐν Θράσωνί φησι: σοῦ δ ἐγὼ λαλιστέραν οὐπώποτ εἶδον οὔτε κερκώπην, γύναι, οὐ κίτταν, οὐκ ἀηδόν, οὐ χελιδόνα,1 οὐ τρυγόν, οὐ τέττιγα.

Νικόστρατος δ ἐν Ἅβρᾳ: πίναξ ὁ πρῶτος τῶν μεγάλων ἡγήσεται ἔχων ἐχῖνον, ὠμοτάριχον, κάππαριν, θρυμματίδα, τέμαχος, βολβὸν ἐν ὑποτρίμματι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION