호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δύο μὲν δὴ τὰσ μεγίστασ πόλεισ τῶν ὑπὸ τῷ Ὀξικανῷ ἐξ ἐφόδου κατὰ κράτοσ ἔλαβεν, ἐν δὲ τῇ ἑτέρᾳ τούτων καὶ αὐτὸσ Ὀξικανὸσ ἑάλω. ὁ δὲ τὴν μὲν λείαν τῇ στρατιᾷ δίδωσι, τοὺσ ἐλέφαντασ δὲ ἅμα οἷ ἦγε· καὶ αἱ ἄλλαι δὲ πόλεισ αὐτῷ αἱ ἐν τῇ αὐτῇ χώρᾳ ἐνεδίδοντο ἐπιόντι οὐδέ τισ ἐτρέπετο ἐσ ἀλκήν· οὕτω καὶ Ἰνδοὶ πάντεσ ἐδεδούλωντο ἤδη τῇ γνώμῃ πρὸσ Ἀλεξάνδρου τε καὶ τῆσ Ἀλεξάνδρου τύχησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기