호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ ἔτι ἠπίστουν, ὡσ νεκροῦ δῆθεν κομιζομένου Ἀλεξάνδρου, πρίν γε δὴ προσχούσησ τῆσ νεὼσ τῇ ὄχθῃ ὁ μὲν τὴν χεῖρα ἀνέτεινεν ἐσ τὸ πλῆθοσ· οἱ δὲ ἀνεβόησαν, ἐσ τὸν οὐρανὸν ἀνασχόντεσ τὰσ χεῖρασ, οἱ δὲ πρὸσ αὐτὸν Αλέξανδρον· πολλοῖσ δὲ καὶ δάκρυα ἐπὶ τῷ ἀνελπίστῳ προεχύθη ἀκούσια. καὶ οἱ μὲν τῶν ὑπασπιστῶν κλίνην προσέφερον αὐτῷ ἐκκομιζομένῳ ἐκ τῆσ νεώσ, ὁ δὲ τὸν ἵππον προσαγαγεῖν ἐκέλευσεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기