호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ πρῶτοσ ἀνελθὼν ἐνρίπτει αὑτὸν κατὰ τοῦ τείχουσ ἐσ τὴν πόλιν, ἵναπερ τὸν βασιλέα ἑώρων κείμενον, ξὺν οἰμωγῇ καὶ ἀλαλαγμῷ πάντεσ. ἤδη τε ἀμφ̓ αὐτῷ πεπτωκότι καρτερὰ μάχη ξυνειστήκει ἄλλου ἐπ̓ ἄλλῳ τῶν Μακεδόνων προασπίζοντοσ, καὶ ἐν τούτῳ οἱ μὲν τὸν μοχλὸν ὅτῳ εἴχετο ἡ κατὰ τὸ μεταπύργιον πύλη κατασχίσαντεσ ἐπ̓ ὀλίγουσ παρῄεσαν, οἱ δὲ καθ̓ ὅ τι ἡ πύλη διέσχε τοὺσ ὤμουσ ὑποθέντεσ καὶ ὤσαντεσ ἐσ τὸ ἔσω τὸ τεῖχοσ ἀνεπέτασαν ταύτῃ τὴν ἄκραν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기