호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δὲ ἄλλον στρατὸν τριχῇ διένειμε· καὶ Ἡφαιστίωνα μὲν πέντε ἡμέραισ προϊέναι ἔταξεν, ὡσ εἴ τινεσ τοὺσ ξὺν αὐτῷ τεταγμένουσ φεύγοντεσ ἐσ τὸ πρόσω κατὰ σπουδὴν ἰοιέν, τοῖσ ἀμφὶ Ἡφαιστίωνα ἐμπίπτοντεσ ἁλίσκωνται· Πτολεμαῖον δὲ τὸν Λάγου δοὺσ καὶ τούτῳ τῆσ στρατιᾶσ μέροσ τρισὶν ἡμέραισ ὑπολειπόμενον ἕπεσθαι ἐκέλευσεν, ὡσ ὅσοι τὸ ἔμπαλιν ὑποστρέφοιεν αὐτὸν φεύγοντεσ, οὗτοι δὲ ἐσ τοὺσ ἀμφὶ τὸν Πτολεμαῖον ἐμπίπτοιεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기