- 텍스트

Aristotle, Rhetoric, Book 3, chapter 9

(아리스토텔레스, 수사학, Book 3, chapter 9)

ὅτι μὲν οὖν εὔρυθμον δεῖ εἶναι τὴν λέξιν καὶ μὴ ἄρρυθμον, καὶ τίνες εὔρυθμον ποιοῦσι ῥυθμοὶ καὶ πῶς ἔχοντες, εἴρηται:? τὴν δὲ λέξιν ἀνάγκη εἶναι ἢ εἰρομένην καὶ τῷ συνδέσμῳ μίαν, ὥσπερ αἱ ἐν τοῖς διθυράμβοις ἀναβολαί, ἢ κατεστραμμένην καὶ ὁμοίαν ταῖς τῶν ἀρχαίων ποιητῶν ἀντιστρόφοις. ἡ μὲν οὖν εἰρομένη λέξις ἡ ἀρχαία ἐστίν "Ἡροδότου Θουρίου ἥδ ἱστορίης ἀπόδειξις" ταύτῃ γὰρ πρότερον μὲν ἅπαντες, νῦν δὲ οὐ πολλοὶ χρῶνται:

λέγω δὲ εἰρομένην ἣ οὐδὲν ἔχει τέλος καθ αὑτήν, ἂν μὴ τὸ πρᾶγμα <τὸ> λεγόμενον τελειωθῇ. ἔστι δὲ ἀηδὴς διὰ τὸ ἄπειρον: τὸ γὰρ τέλος πάντες βούλονται καθορᾶν: διόπερ ἐπὶ τοῖς καμπτῆρσιν ἐκπνέουσι καὶ ἐκλύονται: προορῶντες γὰρ τὸ πέρας οὐ κάμνουσι πρότερον. ἡ μὲν οὖν εἰρομένη τῆς λέξεώς ἐστιν ἥδε, κατεστραμμένη δὲ ἡ ἐν περιόδοις:

λέγω δὲ περίοδον λέξιν ἔχουσαν ἀρχὴν καὶ τελευτὴν αὐτὴν καθ αὑτὴν καὶ μέγεθος εὐσύνοπτον. ἡδεῖα δ ἡ τοιαύτη καὶ εὐμαθής, ἡδεῖα μὲν διὰ τὸ ἐναντίως ἔχειν τῷ ἀπεράντῳ, καὶ ὅτι ἀεί τὶ οἰέται ἔχειν ὁ ἀκροατὴς καὶ πεπερθ´νθαι τι αὑτῷ, τὸ δὲ μηδὲν προνοεῖν μηδὲ ἀνύειν ἀηδές: εὐμαθὴς δὲ ὅτι εὐμνημόνευτος, τοῦτο δὲ ὅτι ἀριθμὸν ἔχει ἡ ἐν περιόδοις λέξις, ὃ πάντων εὐμνημονευτότατον. διὸ καὶ τὰ μέτρα πάντες μνημονεύουσιν μᾶλλον τῶν χύδην: ἀριθμὸν γὰρ ἔχει ᾧ μετρεῖται. δεῖ δὲ τὴν περίοδον καὶ τῇ διανοία τετελειῶσθαι, καὶ μὴ διακόπτεσθαι ὥσπερ τὰ Σοφοκλέους ἰαμβεῖα, Καλυδὼν μὲν ἥδε γαῖα:

Πελοπίας χθονός: τοὐναντίον γὰρ ἔστιν ὑπολαβεῖν τῷ διαιρεῖσθαι, ὥσπερ καὶ ἐπὶ τοῦ εἰρημένου τὴν Καλυδῶνα εἶναι τῆς Πελοποννήσου. περίοδος δὲ ἡ μὲν ἐν κώλοις ἡ δ ἀφελής.

ἔστιν δ ἐν κώλοις μὲν λέξις ἡ τετελειωμένη τε καὶ διῃρημένη καὶ εὐανάπνευστος, μὴ ἐν τῇ διαιρέσει ὥσπερ καὶ ἡ περίοδος, ἀλλ ὅλη κῶλον δ ἐστὶν τὸ ἕτερον μόριον ταύτης: ἀφελῆ δὲ λέγω τὴν μονόκωλον. δεῖ δὲ καὶ τὰ κῶλα καὶ τὰς περιόδους μήτε μυούρους εἶναι μήτε μακράς.

τὸ μὲν γὰρ μικρὸν προσπταίειν πολλάκις ποιεῖ τὸν ἀκροατήν ἀνάγκη γὰρ ὅταν, ἔτι ὁρμῶν ἐπὶ τὸ πόρρω καὶ τὸ μέτρον οὗ ἔχει ἐν ἑαυτῷ ὁρ´ον, ἀντισπασθῇ παυσαμένου, οἱο῀ν πρόσπταισιν γίγνεσθαι διὰ τὴν ἀντίκρουσιν: τὰ δὲ μακρὰ ἀπολείπεσθαι ποιεῖ, ὥσπερ οἱ ἐξωτέρω ἀποκάμπτοντες τοῦ τέρματος: ἀπολείπουσι γὰρ καὶ οὗτοι τοὺς συμπεριπατοῦντας, ὁμοίως δὲ καὶ αἱ περίοδοι αἱ μακραὶ οὖσαι λόγος γίνεται καὶ ἀναβολῇ ὅμοιον, ὥστε γίνεται ὃ ἔσκωψεν Δημόκριτος ὁ Χῖος εἰς Μελανιππίδην ποιήσαντα ἀντὶ τῶν ἀντιστρόφων ἀναβολάς οἷ τ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,ἡ δὲ μακρὰ ἀναβολὴ τῷ ποιήσαντι κακίστη: ἁρμόττει γὰρ τὸ τοιοῦτον καὶ εἰς τὰς μακροκώλους λέγειν. αἵ τε λίαν βραχύκωλοι οὐ περίοδος γίνεται: προπετῆ οὖν ἄγει τὸν ἀκροατήν. τῆς δὲ ἐν κώλοις λέξεως ἡ μὲν διῃρημένη ἐστὶν ἡ δὲ ἀντικειμένη, διῃρημένη μὲν, οἱο῀ν "πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων" , ἀντικειμένη δέ, ἐν ᾗ ἑκατέρῳ τῷ κώλῳ ἢ πρὸς ἐναντίῳ ἐναντίον σύγκειται ἢ ταὐτὸ ἐπέζευκται τοῖς ἐναντίοις, οἱο῀ν "ἀμφοτέρους δ ὤνησαν, καὶ τοὺς ὑπομείναντας καὶ τοὺς ἀκολουθήσαντας:

τοῖς μὲν γὰρ πλείω τῆς οἴκοι προσεκτήσαντο, τοῖς δ ἱκανὴν τὴν οἴκοι κατέλιπον" : ἐναντία ὑπομονὴ ἀκολούθησις, ἱκανὸν πλεῖον. "ὥστε καὶ τοῖς χρημάτων δεομένοις καὶ τοῖς ἀπολαῦσαι βουλομένοις" : ἀπόλαυσις κτήσει ἀντίκειται. καὶ ἔτι "συμβαίνει πολλάκις ἐν ταύταις καὶ τοὺς φρονίμους ἀτυχεῖν καὶ τοὺς ἄφρονας κατορθοῦν" . "εὐθὺς μὲν τῶν ἀριστείων ἠξιώθησαν, οὐ πολὺ δὲ ὕστερον τὴν ἀρχὴν τῆς θαλάττης ἔλαβον" . "πλεῦσαι μὲν διὰ τῆς ἠπείρου, πεζεῦσαι δὲ διὰ τῆς θαλάττης, τὸν μὲν Ἑλλήσποντον ζεύξας, τὸν δ Ἄθω διορύξας. " "καὶ φύσει πολίτας ὄντας νόμῳ τῆς πόλεως στέρεσθαι. " "οἱ μὲν γὰρ αὐτῶν κακῶς ἀπώλοντο, οἱ δ αἰσχρῶς ἐσώθησαν. " "καὶ ἰδίᾳ μὲν τοῖς βαρβάροις οἰκέταις χρῆσθαι, κοινῇ δὲ πολλοὺς τῶν συμμάχων περιορᾶν δουλεύοντας. " "ἢ ζῶντας ἕξειν ἢ τελευτήσαντας καταλείψειν. " καὶ ὃ εἰς Πειθόλαόν τις εἶπεν καὶ Λυκόφρονα ἐν τῷ δικαστηρίῳ, "οὗτοι δ ὑμᾶς οἴκοι μὲν ὄντες ἐπώλουν, ἐλθόντες δ ὡς ὑμᾶς ἐώνηνται" . ἅπαντα γὰρ ταῦτα ποιεῖ τὸ εἰρημένον. ἡδεῖα δὲ ἐστὶν ἡ τοιαύτη λέξις, ὅτι τἀναντία γνωριμώτατα καὶ παρ ἄλληλα μᾶλλον γνώριμα, καὶ ὅτι ἐοίκεν συλλογισμῷ:

ὁ γὰρ ἔλεγχος συναγωγὴ τῶν ἀντικειμένων ἐστίν. ἀντίθεσις μὲν οὖν τὸ τοιοῦτον ἐστίν, παρίσωσις δ ἐὰν ἴσα τὰ κῶλα, παρομοίωσις δὲ ἐὰν ὅμοια τὰ ἔσχατα ἔχῃ ἑκάτερον τὸ κῶλον:

ἀνάγκη δὲ ἢ ἐν ἀρχῇ ἢ ἐπὶ τελευτῆς ἔχειν, καὶ ἐν ἀρχῇ μὲν ἀεὶ τὰ ὀνόματα, ἐπὶ δὲ τελευτῆς τὰς ἐσχάτας συλλαβὰς ἢ τοῦ αὐτοῦ ὀνόματος πτώσεις ἢ τὸ αὐτὸ ὄνομα: ἐν ἀρχῇ μὲν τὰ τοιαῦτα, "ἀγρὸν γὰρ ἔλαβεν ἀργὸν παρ αὐτοῦ" , δωρητοί τ ἐπέλοντο παράρρητοί τ ἐπέεσσιν: ἐπὶ τελευτῆς δέ "ᾠήθης ἂν αὐτὸν <οὐ> παιδίον τετοκέναι, ἀλλ αὐτὸν παιδίον γεγονέναι" , "ἐν πλείσταις δὲ φροντίσι καὶ ἐν ἐλαχίσταις ἐλπίσιν" . πτώσεις δὲ ταὐτοῦ "ἀξιοῖ δὲ σταθῆναι χαλκοῦς, οὐκ ἄξιος ὢν χαλκοῦ· ταὐτὸ δ ὄνομα "σὺ δ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς καὶ νῦν γράφεις κακῶς" . ἀπὸ συλλαβῆς δέ "τί ἂν ἔπαθες δεινόν, εἰ ἄνδρ εἶδες ἀργόν· ἔστιν δὲ ἅμα πάντα ἔχειν ταὐτό, καὶ ἀντίθεσιν εἶναι τὸ αὐτὸ καὶ πάρισον καὶ ὁμοιοτέλευτον. αἱ δ ἀρχαὶ τῶν περιόδων σχεδὸν ἐν τοῖς Θεοδεκτείοις ἐξηρίθμηνται. εἰσὶν δὲ καὶ ψευδεῖς ἀντιθέσεις, οἱο῀ν καὶ Ἐπίχαρμος ἐποίει, τόκα μὲν ἐν τήνων ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION