- 텍스트

Aristotle, Rhetoric, Book 3, chapter 8

(아리스토텔레스, 수사학, Book 3, chapter 8)

τὸ δὲ σχῆμα τῆς λέξεως δεῖ μήτε ἔμμετρον εἶναι μήτε ἄρρυθμον:? τὸ μὲν γὰρ ἀπίθανον πεπλάσθαι γὰρ δοκεῖ, καὶ ἅμα καὶ ἐξίστησι: προσέχειν γὰρ ποιεῖ τῷ ὁμοίῳ, πότε πάλιν ἥξει: ὥσπερ οὖν τῶν κηρύκων προλαμβάνουσι τὰ παιδία τὸ "τίνα αἱρεῖται ἐπίτροπον ὁ ἀπελευθερούμενος· "Κλέωνα" : τὸ δὲ ἄρρυθμον ἀπέραντον, δεῖ δὲ πεπεράνθαι μέν, μὴ μέτρῳ δέ:

ἀηδὲς γὰρ καὶ ἄγνωστον τὸ ἄπειρον. περαίνεται δὲ ἀριθμῷ πάντα: ὁ δὲ τοῦ σχήματος τῆς λέξεως ἀριθμὸς ῥυθμός ἐστιν, οὗ καὶ τὰ μέτρα τμήματα: διὸ ῥυθμὸν δεῖ ἔχειν τὸν λόγον, μέτρον δὲ μή:

ποίημα γὰρ ἔσται. ῥυθμὸν δὲ μὴ ἀκριβῶς: τοῦτο δὲ ἔσται ἐὰν μέχρι του ᾖ. τῶν δὲ ῥυθμῶν ὁ μὲν ἡρῷος σεμνῆς ἀλλ οὐ λεκτικῆς ἁρμονίας δεόμενος, ὁ δ ἰάμβος αὐτή ἐστιν ἡ λέξις ἡ τῶν πολλῶν διὸ μάλιστα πάντων τῶν μέτρων ἰαμβεῖα φθέγγονται λέγοντες, δεῖ δὲ σεμνότητα γενέσθαι καὶ ἐκστῆσαι.

ὁ δὲ τροχαῖος κορδακικώτερος: δηλοῖ δὲ τὰ τετράμετρα: ἔστι γὰρ τροχερὸς ῥυθμὸς τὰ τετράμετρα. λείπεται δὲ παιάν, ᾧ ἐχρῶντο μὲν ἀπὸ Θρασυμάχου ἀρξάμενοι, οὐκ εἶχον δὲ λέγειν τίς ἦν. ἔστι δὲ τρίτος ὁ παιάν, καὶ ἐχόμενος τῶν εἰρημένων: τρία γὰρ πρὸς δύ ἐστίν, ἐκείνων δὲ ὁ μὲν ἓν πρὸς ἕν, ὁ δὲ δύο πρὸς ἕν, ἔχεται δὲ τῶν λόγων τούτων ὁ ἡμιόλιος: οὗτος δ ἐστὶν ὁ παιάν. οἱ μὲν οὖν ἄλλοι διά τε τὰ εἰρημένα ἀφετέοι, καὶ διότι μετρικοί:

ὁ δὲ παιὰν ληπτέος: ἀπὸ μόνου γὰρ οὐκ ἔστι μέτρον τῶν ῥηθέντων ῥυθμῶν, ὥστε μάλιστα λανθάνειν. νῦν μὲν οὖν χρῶνται τῷ ἑνὶ παιᾶνι καὶ ἀρχόμενοι <καὶ τελευτῶντες>, δεῖ δὲ διαφέρειν τὴν τελευτὴν τῆς ἀρχῆς.

ἔστιν δὲ παιᾶνος δύο εἴδη ἀντικείμενα ἀλλήλοις, ὧν τὸ μὲν ἓν ἀρχῇ ἁρμόττει, ὥσπερ καὶ χρῶνται: οὗτος δ ἐστὶν οὗ ἄρχει μὲν ἡ μακρά, τελευτῶσιν δὲ τρεῖς βραχεῖαι, Δαλογενὲς εἴτε Λυκίαν, καὶ Χρυσεοκόμα Ἕκατε παῖ Διός: ἕτερος δ ἐξ ἐναντίας, οὗ βραχεῖαι ἄρχουσιν τρεῖς, ἡ δὲ μακρὰ τελευταία: μετὰ δὲ γᾶν ὕδατά τ ὠκεανὸν ἠφάνισε νύξ. οὗτος δὲ τελευτὴν ποιεῖ: ἡ γὰρ βραχεῖα διὰ τὸ ἀτελὴς εἶναι ποιεῖ κολοβόν. ἀλλὰ δεῖ τῇ μακρᾷ ἀποκόπτεσθαι, καὶ δήλην εἶναι τὴν τελευτὴν μὴ διὰ τὸν γραφέα, μηδὲ διὰ τὴν παραγραφήν, ἀλλὰ διὰ τὸν ῥυθμόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION