- 텍스트

Aristotle, Rhetoric, Book 3, chapter 3

(아리스토텔레스, 수사학, Book 3, chapter 3)

τὰ δὲ ψυχρὰ ἐν τέτταρσι γίγνεται κατὰ τὴν λέξιν, ἔν τε τοῖς διπλοῖς ὀνόμασιν, οἱο῀ν Λυκόφρων "τὸν πολυπρόσωπον οὐρανὸν τῆς μεγαλοκορύφου γῆς" , καὶ "ἀκτὴν δὲ στενοπόρον" , καὶ ὡς Γοργίας ὠνόμαζεν "πτωχομουσοκόλοκας ἐπιορκήσαντας κατ εὐορκήσαντος" , καὶ ὡς Ἀλκιδάμας "μένους μὲν τὴν ψυχὴν πληρουμένην, πυρίχρων δὲ τὴν ὄψιν γιγνομένην" , καὶ "τελεσφόρον" ᾠήθη τὴν προθυμίαν αὐτῶν γενήσεσθαι, καὶ "τελεσφόρον" τὴν πειθὼ τῶν λόγων κατέστησεν, καὶ "κυανόχρων" τὸ τῆς θαλάττης ἔδαφος:? πάντα ταῦτα γὰρ ποιητικὰ διὰ τὴν δίπλωσιν φαίνεται. μία μὲν οὖν αὕτη αἰτία, μία δὲ τὸ χρῆσθαι γλώτταις, οἱο῀ν Λυκόφρων Ξέρξην "πέλωρον ἄνδρα" , καὶ Σκίρων "σίνις ἀνήρ" , καὶ Ἀλκιδάμας "ἄθυρμα τῇ ποιήσει" , καὶ "τὴν τῆς φύσεως ἀτασθαλίαν" , καὶ "ἀκράτῳ τῆς διανοίας ὀργῇ τεθηγμένον" .

τρίτον δ ἐν τοῖς ἐπιθέτοις τὸ ἢ μακροῖς ἢ ἀκαίροις ἢ πυκνοῖς χρῆσθαι:

ἐν μὲν γὰρ ποιήσει πρέπει "γάλα λευκὸν" εἰπεῖν, ἐν δὲ λόγῳ τὰ μὲν ἀπρεπέστερα: τὰ δέ, ἂν ᾖ κατακορῆ, ἐξελέγχει καὶ ποιεῖ φανερὸν ὅτι ποίησις ἐστίν, ἐπεὶ δεῖ γε χρῆσθαι αὐτοῖς ἐξαλλάττει γὰρ τὸ εἰωθὸς καὶ ξενικὴν ποιεῖ τὴν λέξιν, ἀλλὰ δεῖ στοχάζεσθαι τοῦ μετρίου, ἐπεὶ μεῖζον ποιεῖ κακὸν τοῦ εἰκῇ λέγειν: ἡ μὲν γὰρ οὐκ ἔχει τὸ εὖ, ἡ δὲ τὸ κακῶς. διὸ τὰ Ἀλκιδάμαντος ψυχρὰ φαίνεται: οὐ γὰρ ὡς ἡδύσματι χρῆται ἀλλ ὡς ἐδέσματι τοῖς ἐπιθέτοις <τοῖς> οὕτω πυκνοῖς καὶ μείζοσι καὶ ἐπιδήλοις, οἱο῀ν οὐχ ἱδρῶτα ἀλλὰ τὸν ὑγρὸν ἱδρῶτα, καὶ οὐκ εἰς Ἴσθμια ἀλλ εἰς τὴν τῶν Ἰσθμίων πανήγυριν, καὶ οὐχὶ νόμους ἀλλὰ τοὺς τῶν πόλεων βασιλεῖς νόμους, καὶ οὐ δρόμῳ ἀλλὰ δρομαίᾳ τῇ τῆς ψυχῆς ὁρμῇ, καὶ οὐχὶ μουσεῖον ἀλλὰ τὸ τῆς φύσεως παραλαβὼν μουσεῖον, καὶ σκυθρωπὸν τὴν φροντίδα τῆς ψυχῆς, καὶ οὐ χάριτος ἀλλὰ πανδήμου χάριτος δημιουργός, καὶ οἰκονόμος τῆς τῶν ἀκουόντων ἡδονῆς, καὶ οὐ κλάδοις ἀλλὰ τοῖς τῆς ὕλης κλάδοις ἀπέκρυψεν, καὶ οὐ τὸ σῶμα παρήμπισχεν ἀλλὰ τὴν τοῦ σώματος αἰσχύνην, καὶ ἀντίμιμον τὴν τῆς ψυχῆς ἐπιθυμίαν τοῦτο δ ἅμα καὶ διπλοῦν καὶ ἐπίθετον, ὥστε ποίημα γίνεται, καὶ οὕτως ἔξεδρον τὴν τῆς μοχθηρίας ὑπερβολήν. διὸ ποιητικῶς λέγοντες τῇ ἀπρεπείᾳ τὸ γελοῖον καὶ τὸ ψυχρὸν ἐμποιοῦσι, καὶ τὸ ἀσαφὲς διὰ τὴν ἀδολεσχίαν: ὅταν γὰρ γιγνώσκοντι ἐπεμβάλλῃ, διαλύει τὸ σαφὲς τῷ ἐπισκοτεῖν. οἱ δ ἄνθρωποι τοῖς διπλοῖς χρῶνται ὅταν ἀνώνυμον ᾖ καὶ ὁ λόγος εὐσύνθετος, οἱο῀ν τὸ χρονοτριβεῖν: ἀλλ ἂν πολύ, πάντως ποιητικόν: διὸ χρησιμωτάτη ἡ διπλῆ λέξις τοῖς διθυραμβοποιοῖς οὗτοι γὰρ ψοφώδεις, αἱ δὲ γλῶτται τοῖς ἐποποιοῖς σεμνὸν γὰρ καὶ αὔθαδες, ἡ δὲ μεταφορὰ τοῖς ἰαμβείοις τούτοις γὰρ νῦν χρῶνται, ὥσπερ εἴρηται. καὶ ἔτι τέταρτον τὸ ψυχρὸν ἐν ταῖς μεταφοραῖς γίνεται:

εὖ οὖν ἐλοιδόρησεν εἰπὼν ὃ ἦν, ἀλλ οὐχ ὃ ἔστιν. εἰσὶν γὰρ καὶ μεταφοραὶ ἀπρεπεῖς, αἱ μὲν διὰ τὸ γελοῖον χρῶνται γὰρ καὶ οἱ κωμῳδοποιοὶ μεταφοραῖς, αἱ δὲ διὰ τὸ σεμνὸν ἄγαν καὶ τραγικόν: ἀσαφεῖς δέ, ἂν πόρρωθεν, οἱο῀ν Γοργίας "χλωρὰ καὶ ἄναιμα τὰ πράγματα" , "σὺ δὲ ταῦτα αἰσχρῶς μὲν ἔσπειρας κακῶς δὲ ἐθέρισας" : ποιητικῶς γὰρ ἄγαν. καὶ ὡς Ἀλκιδάμας τὴν φιλοσοφίαν "ἐπιτείχισμα τῷ νόμῳ" , καὶ τὴν Ὀδύσσειαν "καλὸν ἀνθρωπίνου βίου κάτοπτρον" , καὶ "οὐδὲν τοιοῦτον ἄθυρμα τῇ ποιήσει προσφέρων" : ἅπαντα γὰρ ταῦτα ἀπίθανα διὰ τὰ εἰρημένα. τὸ δὲ Γοργίου εἰς τὴν χελιδόνα, ἐπεὶ κατ αὐτοῦ πετομένη ἀφῆκε τὸ περίττωμα, ἄριστα <ἔχει> τῶν τραγικῶν: εἶπε γὰρ "αἰσχρόν γε, ὦ Φιλομήλα" . ὄρνιθι μὲν γάρ, εἰ ἐποίησεν, οὐκ αἰσχρόν, παρθένῳ δὲ αἰσχρόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION