호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀγχίμολον δὲ μετ αὐτὸν ἐδύσετο δώματ Ὀδυσσεύς, πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι, σκηπτόμενος:? τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο. ἷζε δ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων, κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν. Τηλέμαχος δ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην, ἄρτον τ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι: "δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας: αἰδὼς δ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기