호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:? "νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ ἢ ἐά ἐν μεγάρῳ: μῦθον δέ τοι οὐκ ἐπικεύσω. ᾔδε ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσς ἐκέλευε, σῖτον καὶ μέθυ ἡδύ: ἐμεῦ δ ἕλετο μέγαν ὁρ´κον μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι ἢ ς αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς. ἀλλ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ ἑλοῦσα, εἰς ὑπερῷ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν εὔχε Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο: ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι. μηδὲ γέροντα κάκου κεκακωμένον: οὐ γὰρ ὀίω πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο ἔχθεσθ, ἀλλ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι δώματά θ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기