- 텍스트

Homer, Odyssey, Book 1 42:

(호메로스, 오디세이아, Book 1 42:)

οἱ δ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν τρεψάμενοι τέρποντο, μένον δ ἐπὶ ἕσπερον ἐλθεῖν.? ἔνθ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ, βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδ Ἀθήνη. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε: δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος. Τηλέμαχος δ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ, ἔνθ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων. τῷ δ ἄρ ἅμ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα Εὐρύκλει, Ὦπος θυγάτηρ Πεισηνορίδαο, τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν πρωθήβην ἔτ ἐοῦσαν, ἐεικοσάβοια δ ἔδωκεν, ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν, εὐνῇ δ οὔ ποτ ἔμικτο, χόλον δ ἀλέεινε γυναικός: ἥ οἱ ἅμ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα. ὠίξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο, ἕζετο δ ἐν λέκτρῳ, μαλακὸν δ ἔκδυνε χιτῶνα: καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν. ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα, πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι βῆ ῥ ἴμεν ἐκ θαλάμοιο, θύρην δ ἐπέρυσσε κορώνῃ ἀργυρέῃ, ἐπὶ δὲ κληῖδ ἐτάνυσσεν ἱμάντι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION