- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 44

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 44)

ποιεῖ δ οὖν ταὐτὰ ὅσα ἂν ἴδῃ τοὺς κυνηγοῦντας πράττοντας, οἱ δὲ στάντες αὐτῶν καταντικρὺ ὑπαλείφονται φαρμάκῳ τοὺς ὀφθαλμούς, παρασκευάσαντες ἄλλα φάρμακα κολλητικὰ ὀφθαλμῶν καὶ βλεφάρων, ἅπερ οὐ πόρρω ἑαυτῶν ἐν λεκανίσκαις βραχείαις τιθέασιν.? οἱ οὖν ὦτοι θεώμενοι τοὺς ὑπαλειφομένους τὸ αὐτὸ καὶ αὐτοὶ ποιοῦσιν ἐκ τῶν λεκανίδων λαμβάνοντες καὶ ταχέως ἁλίσκονται. "ἐστὶ μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων καὶ τριδακτύλων, μέγεθος ἀλεκτρυόνος μεγάλου, χρῶμα ὄρτυγος, κεφαλὴ προμήκης: "ῥύγχος ὀξύ, τράχηλος λεπτός, ὀφθαλμοὶ μεγάλοι, γλῶσσα ὀστώδης, πρόλοβον δ οὐκ ἔχει. Ἀλέξανδρος δ ὁ Μύνδιος καὶ προσαγορεύεσθαί φησιν αὐτὸν λαγωδίαν.

φασὶ δ αὐτὸν καὶ τὴν τροφὴν ἀναμαρυκᾶσθαι ἥδεσθαί τε ἵππῳ. εἰ γοῦν τις δορὰν ἵππων περιθοῖτο θηρεύσει ὅσους ἂν θέλῃ προσίασι γάρ ἐν ἄλλοις δὲ πάλιν φησὶν ὁ Ἀριστοτέλης: "ὁ ὦτός ἐστι μὲν παρόμοιος τῇ γλαυκί, οὔκ ἐστι δὲ νυκτερινός, ἔχει τε περὶ τὰ ὦτα πτερύγια, διὸ καὶ ὦτος καλεῖται: "μέγεθος περιστερᾶς, μιμητὴς ἀνθρώπων ἀντορχούμενος γοῦν ἁλίσκεται. ἀνθρωποειδὴς δ ἐστὶ τὴν μορφὴν καὶ πάντων μιμητὴς ὅσα ἄνθρωπος ποιεῖ, διόπερ καὶ τοὺς ἐξαπατωμένους ῥᾳδίως ἐκ τοῦ τυχόντος οἱ κωμικοὶ ὤτους καλοῦσιν. ἐν γοῦν τῇ θήρᾳ αὐτῶν ὁ ἐπιτηδειότατος ὀρχεῖται στὰς κατὰ πρόσωπον αὐτῶν, καὶ τὰ ζῷα βλέποντα εἰς τὸν ὀρχούμενον νευροσπαστεῖται.

ἄλλος δέ τις ὄπισθεν στὰς καὶ λαθὼν συλλαμβάνει, τῇ περὶ τὴν μίμησιν ἡδονῇ κατεχομένους, τὸ δ αὐτὸ ποιεῖν λέγουσι καὶ τοὺς σκῶπας:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION