ψιμύθιον?
Second declension Noun; Neuter
Transliteration: psimythion
Principal Part:
ψιμύθιον
Structure:
ψιμυθι
(Stem)
+
ον
(Ending)
Declension
Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- μυρία γάρ ἐστι τὰ ἀντιμαρτυροῦντα τῷ σχήματι, βάδισμα καὶ βλέμμα καὶ φωνὴ καὶ τράχηλος ἐπικεκλασμένος καὶ ψιμύθιον καὶ μαστίχη καὶ φῦκος, οἷς ὑμεῖς κοσμεῖσθε, καὶ ὅλως κατὰ τὴν παροιμίαν, θᾶττον ἂν πέντε ἐλέφαντας ὑπὸ μάλης κρύψειας ἢ ἕνα κίναιδον. (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 23:9)
- εἶτα φιάλην αἰτήσας, ἀναδόντος τινός, ῥᾳδίως ὑποβαλὼν ἀνιμᾶται μετὰ τοῦ ὕδατος καὶ τοῦ πηλοῦ τὸ ᾠὸν ἐκεῖνο ἐν ᾧ ὁ θεὸς αὐτῷ κατεκέκλειστο, κηρῷ λευκῷ καὶ ψιμυθίῳ τὴν ἁρμογὴν τοῦ πώματος συγκεκολλημένον καὶ λαβὼν αὐτὸ εἰς τὰς χεῖρας ἔχειν ἔφασκεν ἤδη τὸν Ἀσκληπιόν. (Lucian, Alexander, (no name) 14:2)
- ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος, ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος, παίζουσα. (Aristophanes, Ecclesiazusae, Lyric-Scene2)
- ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον· (Aristophanes, Ecclesiazusae, Lyric-Scene, antistrophe 2 1:9)
- πότερον πίθηκος ἀνάπλεως ψιμυθίου, ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων· (Aristophanes, Ecclesiazusae, Lyric-Scene, antistrophe 2 3:22)
- οὐ δῆτ, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει, εἰ δ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον, ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη. (Aristophanes, Plutus, Episode 2:15)
- ὑπεφαίνετο δέ τι καὶ ψιμύθιον καὶ φῦκος, καὶ τὰ ῥήματα πάνυ ἑταιρικά, καὶ ἐπαινουμένη ὑπὸ τῶν ἐραστῶν εἰς κάλλος ἔχαιρε, καὶ εἰ δοίη τις προχείρως ἐδέχετο, καὶ τοὺς πλουσιωτέρους ἂν παρακαθισαμένη πλησίον τοὺς πένητας τῶν ἐραστῶν οὐδὲ προσέβλεπεν. (Lucian, Piscator, (no name) 12:4)
- μᾶλλον δὲ ὑπέρμεγα τοῦτο κακόν, εἰ μὴ εἰδείη τις χωρίζειν τὰ ἱστορίας καὶ τὰ ποιητικῆς, ἀλλ᾿ ἐπεισάγει τῇ ἱστορίᾳ τὰ τῆς ἑτέρας κομμώματα, τὸν μῦθον καὶ τὸ ἐγκώμιον καὶ τὰς ἐν τούτοις ὑπερβολάς, ὥσπερ ἂν εἴ τις ἀθλητὴν τῶν καρτερῶν τούτων καὶ κομιδῇ πρινίνων ἁλουργίσι περιβάλοι καὶ τῷ ἄλλῳ κόσμῳ τῷ ἑταιρικῷ καὶ φυκίον ἐντρίβοι καὶ ψιμύθιον τῷ προσώπῳ, Ἡράκλεις ὡς καταγέλαστον αὐτὸν ἀπεργάσαιτο αἰσχύνας τῷ κόσμῳ ἐκείνῳ. (Lucian, Quomodo historia conscribenda sit, chapter 8 2:1)