τερπνός?
First/Second declension Adjective;
자동번역
Transliteration: terpnos
Principal Part:
τερπνός
τερπνή
τερπνόν
Structure:
τερπν
(Stem)
+
ος
(Ending)
Sense
- delightsome, delightful, pleasant, agreeable, glad, delight, pleasure, delights, pleasures
- with joy
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας. (Septuagint, Liber Psalmorum 80:3)
- ᾨδὴ τῶν ἀναβαθμῶν. - ΙΔΟΥ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; (Septuagint, Liber Psalmorum 132:1)
- Ἡράκλεις, οὐ φιλοκάλου τινὸς οὐδὲ περὶ τὰ εὐμορφότατα ἐρωτικοῦ τὸ ἔργον, ἀγροικία δὲ πολλὴ καὶ ἀπειροκαλία καὶ προσέτι γε ἀμουσία, τῶν ἡδίστων αὑτὸν ἀπαξιοῦν καὶ τῶν καλλίστων ἀποξενοῦν καὶ μὴ συνιέναι ὡς οὐχ ὁ αὐτὸς περὶ τὰ θεάματα νόμος ἰδιώταις τε καὶ πεπαιδευμένοις ἀνδράσιν, ἀλλὰ τοῖς μὲν ἀπόχρη τὸ κοινὸν τοῦτο, ἰδεῖν μόνον καὶ περιβλέψαι καὶ τὼ ὀφθαλμὼ περιενεγκεῖν καὶ πρὸς τὴν ὀροφὴν ἀνακῦψαι καὶ τὴν χεῖρα ἐπισεῖσαι καὶ καθ ἡσυχίαν ἡσθῆναι δέει τοῦ μὴ ἂν δυνηθῆναι ἄξιόν τι τῶν βλεπομένων εἰπεῖν, ὅστις δὲ μετὰ παιδείας ὁρᾷ τὰ καλά, οὐκ ἄν, οἶμαι, ἀγαπήσειεν ὄψει μόνῃ καρπωσάμενος τὸ τερπνὸν οὐδ ἂν ὑπομείναι ἄφωνος θεατὴς τοῦ κάλλους γενέσθαι, πειράσεται δὲ ὡς οἱό῀ν τε καὶ ἐνδιατρῖψαι· (Lucian, De Domo, (no name) 2:1)
- οὐδὲ γὰρ ἔμελε τοῖς Ἀρσακίδαις τῶν καλῶν οὐδὲ πρὸς τὸ τερπνὸν ἐποιοῦντο τὰς ἐπιδείξεις οὐδ ἐφρόντιζον εἰ ἐπαινέσονται οἱ θεαταί, ἀλλ ὅπως ἐκπλαγήσονται. (Lucian, De Domo, (no name) 5:2)
- αἱ δέ γε ἑταῖραι, καὶ μάλιστα αἱ ἀμορφότεραι αὐτῶν, καὶ τὴν ἐσθῆτα ὅλην πορφυρᾶν καὶ τὴν δειρὴν χρυσῆν πεποίηνται, τῷ πολυτελεῖ θηρώμεναι τὸ ἐπαγωγὸν καὶ τὸ ἐνδέον τῷ καλῷ προσθέσει τοῦ ἔξωθεν τερπνοῦ παραμυθούμεναι: (Lucian, De Domo, (no name) 7:2)
- "πολύ τοι φέριστον ἀνδρὶ τερπνὸς αἰών. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 512)
- πολλῶν δὲ τοιούτων ἔτι λεγομένων ἐκ τῶν γειτόνων τις ἐξηκούσθη ὑδραύλεως ἦχος πάνυ τι ἡδὺς καὶ τερπνός, ὡς πάντας ἡμᾶς ἐπιστραφῆναι θελχθέντας ὑπὸ τῆς ἐμμελείας. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 751)
- ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς, αὑτῷ δὲ τερπνός: (Sophocles, Ajax, episode4)
- τερπνὸς μὲν Διόδωρος, ἐν ὄμμασι δ Ἡράκλειτος, ἡδυεπὴς δὲ Δίων, ὀσφύι δ Οὐλιάδης. (Unknown, Greek Anthology, Volume IV, book 12, chapter 941)
- ἦν γὰρ ὅτ ἦν Δάφνις μὲν Ὀρειάσι,^ σοὶ δ Υἅκινθος τερπνός: (Unknown, Greek Anthology, Volume IV, book 12, chapter 128 1:1)