- ἐπεὶ δὲ παρήλλαξαν οἱ βάρβαροι καὶ προῄεσαν, ἄρας καὶ αὐτὸς ἐπηκολούθει σχέδην, ἐγγὺς μὲν ἀεὶ καὶ παρ αὐτοὺς ἐκείνους ἱδρυόμενος, ὀχυραῖς δὲ χρώμενος στρατοπεδείαις καὶ χωρία καρτερὰ προβαλλόμενος, ὥστε ἐν ἀσφαλεῖ νυκτερεύειν. (Plutarch, Caius Marius, chapter 18 2:2)
(플루타르코스, Caius Marius, chapter 18 2:2)
- τὸ γάρ τοι μαχιμώτατον τῆς Καίσαρος δυνάμεως ἐμπειρίαν μὲν εἶχε καί τόλμαν ἀνυπόστατον πρὸς τοὺς ἀγῶνας, ἐν δὲ ταῖς πλάναις καί ταῖς στρατοπεδείαις καί τειχομαχοῦντες καί νυκτεγερτοῦντες ἐξέκαμνον ὑπὸ γήρως, καί βαρεῖς ἦσαν τοῖς σώμασι πρὸς τοὺς πόνους, δι ἀσθένειαν ἐγκαταλείποντες τὴν προθυμίαν. (Plutarch, Caesar, chapter 40 1:3)
(플루타르코스, Caesar, chapter 40 1:3)
- καίτοι καταφανὴς ἦν ἡ στρατοπεδεία καὶ ἄποπτος, ἀλλ ὑπὸ τῶν Μιθριδατικῶν ἐξηπατῶντο. (Plutarch, Lucullus, chapter 9 4:1)
(플루타르코스, Lucullus, chapter 9 4:1)
- ἐπιπόνως δὲ τῆς δυνάμεως πένθ ἡμέρας ὁδοιπορούσης οἱ μὲν στρατιῶται διά τε τὸ ψῦχος καὶ τὰς ἀναγκαίας χρείας ἔκαον πῦρ μεθ ἡμέραν τε καὶ νύκτωρ ἐν ταῖς στρατοπεδείαις. (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 37 5:2)
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 37 5:2)
- ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Ἰταλίαν Ῥωμαίων διαπολεμούντων τὸν πρὸς Σαμνίτας πόλεμον συνεχεῖς ἐγίνοντο προνομαὶ τῆς χώρας καὶ πολιορκίαι πόλεων καὶ δυνάμεων ἐν ὑπαίθρῳ στρατοπεδεῖαι: (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 101 1:1)
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 101 1:1)
- σύνταξον αὐτοῖς λέγων. ἀνέλεσθε ἐκ μέσου Ἰορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς, θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα. (Septuagint, Liber Iosue 4:3)
(70인역 성경, 여호수아기 4:3)
- τὸ γὰρ συντεταγμένον στράτευμα ἔν τε τῇ πορείᾳ κουφότερον καὶ ἐν τῇ στρατοπεδείᾳ ἀσφαλέστερον καὶ ἐς τὰς μάχας ὠφελιμώτερον, ὥστε ἤδη καὶ μεγάλα στρατόπεδα καὶ εὐοπλοῦντα δἰ ἀταξίαν διαφθαρέντα ἴσμεν ὑπὸ ἐλάττονός τε στρατιᾶς καὶ οὐκ ἀκριβῶς ὡπλισμένης, τὰ δὲ ἀσθενέστερα καὶ οὐκ εὐοπλοῦντα κρατήσαντα περισσοῦ πλήθους τῇ εὐταξίᾳ. (Arrian, chapter 5 5:1)
(아리아노스, chapter 5 5:1)
- πρώτῃ δὲ προσαγαγὼν τὴν δύναμιν τῇ Σαβίνων στρατοπεδείᾳ, καθυπνωμένων ἔτι τῶν πλείστων καὶ οὐδεμιᾶς οὔσης ἀξιολόγου φυλακῆς, οἱᾶ ἐν φιλίᾳ τε γῇ καὶ κατὰ πολλὴν ὑπεροψίαν τῶν πολεμίων οὐδαμῇ ἀγγελλομένων, ἐξ ἐφόδου γίνεται ταύτης ἐγκρατής. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 34 6:2)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 34 6:2)
- τῶν δὲ περὶ τὸν Ἀθήναιον στρατοπεδευσάντων καταπεφρονηκότως καὶ διὰ τὸν κόπον ἐν ὕπνῳ καθεστώτων ἔλαθόν τινες τῶν αἰχμαλώτων διαδράντες, παρ ὧν οἱ Ναβαταῖοι μαθόντες τὰ κατὰ τοὺς πολεμίους ἐπέθεντο τῇ στρατοπεδείᾳ περὶ τρίτην φυλακήν, ὄντες οὐκ ἐλάσσω ὀκτακισχιλίων. (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 95 5:1)
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 95 5:1)