- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

θεοειδής?

Third declension Adjective; Transliteration: theoeidēs

Principal Part: θεοειδής θεοειδές

Structure: θεοειδη (Stem) + ς (Ending)

Etym.: εἶδος

Sense

  1. divine of form

Examples

  • ἀλλ, ὦ ἄριστε, σὺ μὲν ὥσπερ τινὰ ἀστραπὴν παραδραμοῦσαν ἅπαξ εἶδες αὐτήν, καὶ ἐοίκας τὰ πρόχειρα ταῦτα, λέγω δὲ τὸ σῶμα καὶ τὴν μορφήν, ἐπαινεῖν τῶν δὲ τῆς ψυχῆς ἀγαθῶν ἀθέατος εἶ, οὐδὲ οἶσθα ὅσον τὸ κάλλος ἐκεῖνό ἐστιν αὐτῆς, μακρῷ τινι ἄμεινον καὶ θεοειδέστερον τοῦ σώματος. (Lucian, Imagines, (no name) 11:1)
  • τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι, Πειθώ τ Ἀδμήτη τε Ιἄνθη τ Ἠλέκτρη τε Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε Πληξαύρη τε Γαλαξαύρη τ ἐρατή τε Διώνη Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις Περσηίς τ Ιἄνειρά τ Ἀκάστη τε Ξάνθη τε Πετραίη τ ἐρόεσσα Μενεσθώ τ Εὐρώπη τε Μῆτίς τ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος Χρυσηίς τ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων. (Hesiod, Theogony, Book Th. 36:1)
  • τὸ δὲ ἀποφαίνειν ὅτι ἰσχυρόν τί ἐστιν ἡ ψυχὴ καὶ θεοειδὲς καὶ ἦν ἔτι πρότερον, πρὶν ἡμᾶς ἀνθρώπους γενέσθαι, οὐδὲν κωλύειν φῂς πάντα ταῦτα μηνύειν ἀθανασίαν μὲν μή, ὅτι δὲ πολυχρόνιόν τέ ἐστιν ψυχὴ καὶ ἦν που πρότερον ἀμήχανον ὅσον χρόνον καὶ ᾔδει τε καὶ ἔπραττεν πολλὰ ἄττα: (Plato, Euthyphro, Apology, Crito, Phaedo, 662:1)
  • Ῥωμαίων βασιλεὺς Ιοὐλιανὸς θεοειδὴς μαρνάμενος πόλιας πόλιας καὶ τείχεα μακρὰ ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ, νωλεμέως δ ἐδάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα: (Unknown, Greek Anthology, Volume V, book 14, chapter 148 1:1)
  • ὁ δὲ ἀρτιτελής, ὁ τῶν τότε πολυθεάμων, ὅταν θεοειδὲς πρόσωπον ἴδῃ κάλλος εὖ μεμιμημένον ἤ τινα σώματος ἰδέαν, πρῶτον μὲν ἔφριξε καί τι τῶν τότε ὑπῆλθεν αὐτὸν δειμάτων, εἶτα προσορῶν ὡς θεὸν σέβεται, καὶ εἰ μὴ ἐδεδίει τὴν τῆς σφόδρα μανίας δόξαν, θύοι ἂν ὡς ἀγάλματι καὶ θεῷ τοῖς παιδικοῖς. (Plato, Parmenides, Philebus, Symposium, Phaedrus, 167:1)
  • τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής, ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, ὀσσόμενος πατέρ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη, τιμὴν δ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι. (Homer, Odyssey, Book 1 11:1)
  • αὐτὰρ ἐπεὶ σπεῖσάν τ ἔπιον θ, ὅσον ἤθελε θυμός, δὴ τότ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι. (Homer, Odyssey, Book 3 31:4)
  • Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής, ἀρχοὶ μνηστήρων, ἀρετῇ δ ἔσαν ἔξοχ ἄριστοι. (Homer, Odyssey, Book 4 68:2)

Synonyms

  1. divine of form

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION