- ἐγένετο δὲ ἡ ναυμαχία ἐπὶ ἄρχοντος Καλλίου, τῆς Περικλέους τελευτῆς ὕστερον ἔτεσιν εἴκοσι καὶ τέτταρσιν. (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 58 3:2)
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 58 3:2)
- ἐγένετο μετὰ ταῦτα καὶ ἐπ Εὐρυμέδοντι ποταμῷ ἐν Παμφυλίᾳ πεζομαχία καὶ ναυμαχία Ἀθηναίων καὶ τῶν ξυμμάχων πρὸς Μήδους, καὶ ἐνίκων τῇ αὐτῇ ἡμέρᾳ ἀμφότερα Ἀθηναῖοι Κίμωνος τοῦ Μιλτιάδου στρατηγοῦντος, καὶ εἷλον τριήρεις Φοινίκων καὶ διέφθειρον τὰς πάσας διακοσίας. (Dionysius of Halicarnassus, , chapter 13 2:2)
(디오니시오스, , chapter 13 2:2)
- μετὰ δὲ τοῦτο πανταχόθεν σφίσι τῶν Συρακοσίων καὶ τῶν συμμάχων ἐπιφερομένων οὐ μόνον πρὸς τῷ ζεύγματι ἡ ναυμαχία, ἀλλὰ καὶ κατὰ τὸν λιμένα ἐγίγνετο: (Dionysius of Halicarnassus, , chapter 26 1:5)
(디오니시오스, , chapter 26 1:5)
- ἡ δὲ ναυμαχία πολὺ μεγίστη καὶ καρτερωτάτη γενομένη, καὶ μηδὲν ἐλάττονα πάθη καὶ θορύβους παρασχοῦσα τοῖς θεωμένοις ἢ τοῖς ἀγωνιζομένοις διὰ τὴν παντὸς ἐπίβλεψιν τοῦ ἔργου ποικίλας μεταβολὰς καὶ ἀπροσδοκήτους ἐν ὀλίγῳ λαμβάνοντος, ἔβλαπτε ταῖς αὐτῶν παρασκευαῖς οὐχ ἧττον τῶν πολεμίων τοὺς Ἀθηναίους. (Plutarch, , chapter 25 1:2)
(플루타르코스, , chapter 25 1:2)
- ἐπειδὴ δὲ ἡ ναυμαχία καὶ ἡ συμφορὰ τῇ πόλει ἐγένετο, δημοκρατίας ἔτι οὔσης, ὅθεν τῆς στάσεως ἦρξαν, πέντε ἄνδρες ἔφοροι κατέστησαν ὑπὸ τῶν καλουμένων ἑταίρων, συναγωγεῖς μὲν τῶν πολιτῶν ἄρχοντες δὲ τῶν συνωμοτῶν, ἐναντία δὲ τῷ ὑμετέρῳ πλήθει πράττοντες: (Lysias, Speeches, 52:1)
(리시아스, Speeches, 52:1)
- τριηραρχοῦντος γάρ μου ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους, ὡς ἄρα τετελευτηκὼς εἰήν ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρ Εὐμάθει τούτῳ, μεταπεμψάμενος τοὺς οἰκείους καὶ φίλους τοὺς ἐμοὺς Εὐμάθης ἐνεφάνισε τὰ χρήματα, ἃ ἦν μοι παρ αὐτῷ, καὶ ἀπέδωκε πάντα ὀρθῶς καὶ δικαίως. (Dionysius of Halicarnassus, chapter 5 1:3)
(디오니시오스, chapter 5 1:3)
- τριηραρχοῦντος γάρ μου ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους, ὡς ἄρα τετελευτηκὼς εἰήν ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρ Εὐμάθει τούτῳ. (Dionysius of Halicarnassus, chapter 7 2:6)
(디오니시오스, chapter 7 2:6)
- καὶ οἳ μὲν ὡς πειραταὶ λάθρᾳ ἐπιπλέοντες προσφέρονται πρὸς τὰ θηρία, οἳ δέ, καθάπερ Ἀθηναῖοι Μήδων ἐκράτησαν ναυμαχίᾳ περὶ Ἀρτεμίσιον ἢ περὶ Σαλαμῖνα καὶ Ψυττάλειαν ἢ αὖθις περὶ Κύπρον, οὕτω δὲ καὶ οὗτοι τῶν θηρίων ἐκ τοῦ ἐμφανοῦς κρατοῦσιν. (Arrian, Cynegeticus, chapter 24 5:2)
(아리아노스, Cynegeticus, chapter 24 5:2)
- Κόνων δὲ τῇ περὶ Κνίδον ναυμαχίᾳ νικήσας Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ ἑκατόμβην τῷ ὄντι θύσας καὶ ου ψευδωνύμως, πάντας Ἀθηναίους εἱστίασεν. (Athenaeus, The Deipnosophists, book 1, chapter 56)
(아테나이오스, The Deipnosophists, book 1, chapter 56)
- οὗτός ἐστιν ὁ διαψηφισμὸς ὁ γενόμενος κατὰ τῶν περὶ Ἐρασινίδην στρατηγῶν, ὅτι τοὺς ἐν Ἀργινούσσαις ἐν τῇ ναυμαχίᾳ ἀπολομένους οὐκ ἀνείλοντο. (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 58 3:1)
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 58 3:1)