호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ δ’ ἐν τέλει πλείονοσ ἁμαρτίασ πλήρη· καίπερ γὰρ λέγων ὅτι παντὶ τῷ πολέμῳ παρεγένετο, καὶ πάντα δηλώσειν ὑποσχόμενοσ, εἰσ τὴν ναυμαχίαν τελευτᾷ τὴν περὶ Κυνὸσ σῆμα γεγενημένην Ἀθηναίων καὶ Πελοποννησίων, ἣ συνέβη κατὰ ἔτοσ εἰκοστὸν καὶ δεύτερον. κρεῖττον δὲ ἦν διεξελθόντα πάντα τελευτὴν ποιήσασθαι τῆσ ἱστορίασ τὴν θαυμασιωτάτην καὶ μάλιστα τοῖσ ἀκούουσι κεχαρισμένην, τὴν κάθοδον τῶν φυγάδων τῶν ἀπὸ Φυλῆσ ἀφ’ ὧν ἡ πόλισ ἀρξαμένη τὴν ἐλευθερίαν ἀνεκομίσατο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기