- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

εὐθυμία?

First declension Noun; Feminine 자동번역 Transliteration: euthymiā

Principal Part: εὐθυμία εὐθυμίας

Structure: εὐθυμι (Stem) + α (Ending)

Etym.: from εὔθυ_μος

Sense

  1. cheerfulness, tranquility

Declension

First declension

The inflection forms above were generated by rules and some usages of them were not attested.

Due to a bug of system, some forms may display wrong accents.

Examples

  • ἀντιφιλοφρονουμένου δὲ τοῦ Σερτωρίου πιθανῶς καί τι καί δακρύσαντος, ἔκπληξις εἶχε τοὺς παρόντας τὸ πρῶτον, εἶτα κρότῳ καί βοῇ τὸν Σερτώριον ὡς δαιμόνιον ἄνδρα καί θεοῖς φίλον οἴκαδε προπέμψαντες ἐν εὐθυμίαις καί χρησταῖς ἐλπίσιν ἦσαν. (Plutarch, Sertorius, chapter 20 3:2)
  • τὰ μὲν δὴ κατὰ τὴν πόλιν εἶχεν οὕτως, Ῥωμαῖοι δὲ μηδενὸς ἔτι τῶν στασιαστῶν ἐκτρέχοντος, ἤδη γὰρ καὶ τούτων ἀθυμία καὶ λιμὸς ἐφήπτετο, ἐπ εὐθυμίαις ἦσαν σίτου τε ἀφθονίαν καὶ τῶν ἄλλων ἐπιτηδείων ἐκ τῆς Συρίας καὶ τῶν πλησίον ἐπαρχιῶν ἔχοντες: (Flavius Josephus, De bello Judaico libri vii, 590:1)
  • οὐ τοίνυν ἐπὶ πράξεσι μόνον καὶ ἀγῶσιν ἔχοι τις ἂν Ἡρακλέους μνημονεύειν, ἀλλὰ κἀν ταῖς εὐθυμίαις τοῦ βίου πολλοῦ τινος ἄξιος. (Aristides, Aelius, Orationes, 5:7)
  • ὄρη τε γὰρ ἐνταῦθα ἡμερώτερα τῶν παρ ἄλλοις πεδίων, πεδία τε ἀποχρῶντα οὐ πόλεως, ἀλλ ἐθνῶν εἶναι, καὶ ποταμοὶ καὶ λίμναι καὶ ἕλη καὶ νάπαι καὶ μακάρων δή τινες εὐθυμίαι. (Aristides, Aelius, Orationes, 3:4)
  • καὶ γὰρ ἂν καὶ ὄφελος γένοιτὸ τί σοι ἐκ τοῦ συγγράμματος διπλοῦν τὸ μὲν εὐθυμία τις καὶ ἐλπὶς ἀγαθὴ καὶ αὐτὸν ἐπὶ μήκιστον δύνασθαι βιῶναι, τὸ δὲ διδασκαλία τις ἐκ παραδειγμάτων, εἰ ἐπιγνοίης ὅτι οἱ μάλιστα ἑαυτῶν ἐπιμέλειαν ποιησάμενοι κατά τε σῶμα καὶ κατὰ ψυχήν, οὗτοι δὴ εἰς μακρότατον γῆρας ἦλθον σὺν ὑγιείᾳ παντελεῖ. (Lucian, Macrobii, (no name) 2:3)
  • τί ἔρδων φίλος σοί τε, καρτερόβροντα Κρονίδα, φίλος δὲ Μοίσαις Εὐθυμίᾳ τε μέλων εἰήν, τοῦτ αἴτημί σε. (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 18 2:3)
  • ἐπεὶ δὲ τοῦτ ἐγένετο, πολλὴ μὲν εὐθυμία πᾶσιν ἐνέπεσε, πολλὴ δὲ φιλότης ἀλλήλων, θάρσος τ αὖ καὶ μένος: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 10 6:2)
  • τοῦτο γὰρ ὀρθῶς γιγνόμενον ἐλευθερία ἐστίν, εὔροια, εὐθυμία, εὐστάθεια, τοῦτο δὲ καὶ δίκη ἐστὶ καὶ νόμος καὶ σωφροσύνη καὶ ξύμπασα ἀρετή. (Epictetus, Works, book 0 4:4)
  • εἰ δέ ποτε θυσίαν ποιοῖτο καὶ ἑορτὴν ἄγοι, καὶ ἐν ταύτῃ ὅσα πολέμου ἕνεκα μελετῶσιν ἄνθρωποι πάντων τούτων ἀγῶνας ἐποίει καὶ ἆθλα τοῖς νικῶσι μεγαλοπρεπῶς ἐδίδου, καὶ ἦν πολλὴ εὐθυμία ἐν τῷ στρατεύματι. (Xenophon, Cyropaedia, , chapter 2 8:1)

Synonyms

  1. cheerfulness

Related

명사

형용사

Source: Ancient Greek entries from Wiktionary

Find this word at Wiktionary

SEARCH

MENU NAVIGATION