- οἱο῀ν ἦν καὶ τὸ περὶ τοῦ σίτου δόγμα μετριώτατον καὶ κάλλιστον, ὃν ἔπεμψε μὲν ἐξ Ἰβηρίας Φάβιος ἀντιστράτηγος, ἐκεῖνος δ ἔπεισε τὴν βουλὴν ἀποδομένην τὸν σῖτον ἀναπέμψαι ταῖς πόλεσι τὸ ἀργύριον, καὶ προσεπαιτιάσασθαι τὸν Φάβιον ὡς ἐπαχθῆ καὶ ἀφόρητον ποιοῦντα τὴν ἀρχὴν τοῖς ἀνθρώποις ἐφ ᾧ μεγάλην ἔσχε δόξαν μετὰ εὐνοίας ἐν ταῖς ἐπαρχίαις. (Plutarch, Caius Gracchus, chapter 6 2:1)
(플루타르코스, Caius Gracchus, chapter 6 2:1)
- ἡγεῖτο δὲ τούτου κέρως Κόιντος Φάβιος, πρεσβευτὴς καὶ ἀντιστράτηγος ὤν, ὁ δὶς ὑπατεύσας: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 11 3:3)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 11 3:3)
- τούτῳ τῷ Καιπίωνι Κόιντος Ποπαίδιος ὁ ἀντιστράτηγος οἱά῀ τις αὐτόμολος προσέφυγεν, ἄγων καὶ διδοὺς ἐνέχυρον δύο βρέφη δοῦλα, καθάπερ υἱεῖς, ἐσκευασμένα ἐσθῆσι περιπορφύροις: (Appian, The Civil Wars, book 1, chapter 6 1:3)
(아피아노스, The Civil Wars, book 1, chapter 6 1:3)
- Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος πρεσβευτὴς καὶ ἀντιστράτηγος Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. (Flavius Josephus, Antiquitates Judaicae, Book 14 292:1)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 14 292:1)
- Λούκιος Ἀντώνιος Μάρκου υἱὸς ἀντιταμίας καὶ ἀντιστράτηγος Σαρδιανῶν ἄρχουσι βουλῇ δήμῳ χαίρειν. (Flavius Josephus, Antiquitates Judaicae, Book 14 301:1)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 14 301:1)